DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
1

τὸ πολὺ τῆς ἡμέρας προσεπιμετρεῖ τῷ ὕπνῳ. οὐκ εἴων με οἱ λόγοι, οὓς ἀπεμνημόνευσας, ὄντες ποικίλοι ὕπνῳ διδόναι σχολήν. οὐκ ἀπὸ σκοποῦ τοξεύειν. ὅτι τὸν οἶνον Κολοφώνιος Νίκανδρος ὠνομάσθαι φησὶν ἀπὸ Οἰνέως· Οἰνεὺς δʼ ἐν κοίλοισιν ἀποθλίψας δεπάεσσιν οἶνον ἔκλησε. φησὶ δὲ καὶ Μελανιππίδης Μήλιος· ἐπώνυμον, δέσποτʼ, οἶνον Οἰνέως. Ἑκαταῖος δʼ Μιλήσιος τὴν ἄμπελον ἐν Αἰτωλίᾳ λέγων εὑρεθῆναί φησι καὶ τάδε· Ὀρεσθεὺς Δευκαλίωνος ἦλθεν εἰς Αἰτωλίαν ἐπὶ βασιλείᾳ, καὶ κύων αὐτοῦ στέλεχος ἔτεκε· καὶ ὃς ἐκέλευσεν αὐτὸ κατορυχθῆναι, καὶ ἐξ αὐτοῦ ἔφυ ἄμπελος πολυστάφυλος, διὸ καὶ τὸν αὑτοῦ παῖδα Φύτιον ἐκάλεσε. τούτου δʼ Οἰνεὺς ἐγένετο κληθεὶς ἀπὸ τῶν ἀμπέλων. οἱ γὰρ παλαιοί, φησίν, Ἕλληνες οἴνας ἐκάλουν τὰς ἀμπέλους. Οἰνέως δʼ ἐγένετο Αἰτωλός. Πλάτων δʼ ἐν Κρατύλῳ ἐτυμολογῶν τὸν οἶνον οἰόνουν αὐτόν φησιν εἶναι διὰ τὸ οἰήσεως ἡμῶν τὸν νοῦν ἐμπιπλᾶν. τάχα ἀπὸ τῆς ὀνήσεως κέκληται· παρετυμολογῶν γὰρ Ὅμηρος τὴν φωνὴν ὧδέ πώς φησιν· ἔπειτα δὲ καὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα. καὶ γὰρ τὰ βρώματα ὀνείατα καλεῖν εἴωθεν ἀπὸ τοῦ ὀνίσκειν ἡμᾶς.
Kaibel Dialogi Personae
TIMOCRATI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License