DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
8

ἐπὶ τούτοις Οὐλπιανὸς ᾔτει πιεῖν μεγάλῃ κύλικι, ἐπιλέγων ἐκ τῶν αὐτῶν ἐλεγείων καὶ τόδε· ὕμνους οἰνοχοεῖν ἐπιδέξια σοί τε καὶ ἡμῖν τόνδε τὸν ἀρχαῖον τηλεδαπόν τε φίλον εἰρεσίῃ γλώσσης ἀποπέμψομεν εἰς μέγαν αἶνον τοῦδʼ ἐπὶ συμποσίου· δεξιότης δὲ λόγου Φαίακος Μουσῶν ἐρέτας ἐπὶ σέλματα πέμπει. κατὰ γὰρ τὸν νεώτερον Κρατῖνον, ὃς ἐν Ὀμφάλῃ φησίν· πίνειν μένοντα τὸν καλῶς εὐδαίμονα κρεῖττον· μάχαι δʼ ἄλλοισι καὶ πόνος μέλοι. πρὸς ὃν Κύνουλκος ἀεὶ τῷ Σύρῳ ἀντικορυσσόμενος καὶ οὐδέποτε τῆς φιλονεικίας παυόμενος ἧς εἶχε πρὸς αὐτόν, ἐπεὶ θόρυβος κατεῖχεν τὸ συμπόσιον, ἔφη· τίς οὗτος τῶν συρβηνέων χορός; καὶ αὐτὸς δὲ τούτων τῶν ἐπῶν μεμνημένος τινῶν ἐρῶ, ἵνα μὴ Οὐλπιανὸς βρενθύηται ὡς ἐκ τῶν ἀποθέτων τοῖς Ὁμηρίδαις μόνος ἀνασπάσας λήψεται τὰ κοττάβεια· ἀγγελίας ἀγαθῆς δεῦρʼ ἴτε πευσόμενοι καὶ κυλίκων ἔριδας διαλύσατε καὶ κατάθεσθε τὴν ξύνεσιν παρʼ ἐμοὶ καὶ τάδε μανθάνετε, εἰς τὴν παροῦσαν ζήτησιν ἐπιτήδεια ὄντα. ὁρῶ γὰρ καὶ τοὺς παῖδας ἤδη φέροντας ἡμῖν στεφάνους καὶ μύρα. διὰ τί δὲ λέγονται, τῶν ἐστεφανωμένων ἐὰν λύωνται οἱ στέφανοι, ὅτι ἐρῶσιν; τοῦτο γὰρ ἐν παισὶ τὰ Καλλιμάχου ἀναγινώσκων ἐπιγράμματα, ὧν ἐστι καὶ τοῦτο, ἐπεζήτουν μαθεῖν, εἰπόντος τοῦ Κυρηναίου· τὰ δὲ ῥόδα φυλλοβολεῦντα τὠνδρὸς ἀπὸ στεφάνων πάντʼ ἐγένοντο χαμαί. σὸν οὖν ἐστιν, μουσικώτατε, τὴν χιλιέτη μου ταύτην ζήτησιν ἀπολύσασθαι, Δημόκριτε, καὶ διὰ τί οἱ ἐρῶντες στεφανοῦσι τὰς τῶν ἐρωμένων θύρας.
Kaibel Index Scriptorum
CALLIMACHVS
CRATINVS
DIONYSIVS
PLATO

Kaibel Dialogi Personae
CYNVLCVS
VLPIANVS

DEMOCRITVS
Meineke Index Scriptorum
Callimachus
Cratinus

Dionysius

Alignment

 

Digital Athenaeus Project     Creative Commons License