DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
7

ἦν δέ τι καὶ ἄλλο κοτταβίων εἶδος προτιθέμενον ἐν ταῖς παννυχίσιν, οὗ μνημονεύει Κάλλιππος ἐν Παννυχίδι διὰ τούτων· διαγρυπνήσας τὸν πυραμοῦντα λήψεται τὰ κοττάβια καὶ τῶν παρουσῶν ἣν θέλει φιλήσει. ἐγίνετο δὲ καὶ πεμμάτιά τινα ἐν ταῖς παννυχίσιν, ἐν αἷς πλεῖστον ὅσον χρόνον διηγρύπνουν χορεύοντες· καὶ διωνομάζετο τὰ πεμμάτια τότε χαρίσιοι ἀπὸ τῆς τῶν ἀναιρουμένων χαρᾶς. μνημονεύει Εὔβουλος ἐν Ἀγκυλίωνι λέγων οὑτωσί· καὶ γὰρ πάλαι πέττει τὰ νικητήρια. εἶθʼ ἑξῆς φησιν· ἐξεπήδησʼ ἀρτίως πέττουσα τὸν χαρίσιον. ὅτι δὲ καὶ φίλημα ἦν ἆθλον ἑξῆς λέγει Εὔβουλος· εἶεν γυναῖκες· νῦν ὅπως τὴν νύχθʼ ὅλην ἐν τῇ δεκάτῃ τοῦ παιδίου χορεύσετε θήσω δὲ νικητήριον τρεῖς ταινίας καὶ μῆλα πέντε καὶ φιλήματʼ ἐννέα. ὅτι δὲ ἐσπούδαστο παρὰ τοῖς Σικελιώταις κότταβος δῆλον ἐκ τοῦ καὶ οἰκήματα ἐπιτήδεια τῇ παιδιᾷ κατασκευάζεσθαι, ὡς ἱστορεῖ Δικαίαρχος ἐν τῷ περὶ Ἀλκαίου οὐκ ἀπεικότως οὖν οὐδʼ Καλλίμαχος Σικελὴν τὴν λάταγα προσηγόρευσεν. μνημονεύει τῶν λατάγων καὶ τῶν κοττάβων καὶ Χαλκοῦς καλούμενος Διονύσιος ἐν τοῖς Ἐλεγείοις διὰ τούτων· κότταβον ἐνθάδε σοι τρίτον ἑστάναι οἱ δυσέρωτες ἡμεῖς προστίθεμεν γυμνασίῳ Βρομίου κώρυκον. οἱ δὲ παρόντες ἐνείρετε χεῖρας ἅπαντες ἐς σφαίρας κυλίκων· καὶ πρὶν ἐκεῖνον ἰδεῖν, ὄμματι βηματίσαισθε τὸν αἰθέρα τὸν κατὰ κλίνην, εἰς ὅσον αἱ λάταγες χωρίον ἐκτέταται.
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License