DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
63

μετὰ ταῦτʼ ἤδη μελλόντων καὶ ἡμῶν ἀνίστασθαι ἐπεισῆλθον παῖδες φέροντες μέν τις θυμιατήριον, δὲ τοῦ συμποσίου ...... δε λιβανωτοῦ ...... ιμποι ο δὴ ... ηιθυται τὰ τὸν —αν. τήν ...... ενορ ..... οι ...... ..... καὶ τόδε ε .... ε . τοῦ θυμιατηρίου ...... καὶ . τοῦ λιβανωτοῦ, τοῖς θεοῖς πᾶσι καὶ πάσαις εὐξάμενος, ἐπισπείσας τοῦ οἴνου καὶ δοὺς κατὰ τὸ νόμιμον τὸ ἐπιχώριον τὸ λοιπὸν τοῦ ἀκράτου τῷ διδόντι ἐκπιεῖν παιδὶ τὸν εἰς τὴν Ὑγίειαν παιᾶνα ᾄσας τὸν ποιηθέντα ὑπὸ Ἀρίφρονος τοῦ Σικυωνίου τόνδε· Ὑγίεια, πρεσβίστα μακάρων, μετὰ σοῦ ναίοιμι τὸ λειπόμενον βιοτᾶς, σὺ δέ μοι πρόφρων σύνοικος εἴης· εἰ γάρ τις πλούτου χάρις τεκέων τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς πόθων, οὓς κρυφίοις Ἀφροδίτας ἄρκυσιν θηρεύομεν, εἴ τις ἄλλα θεόθεν ἀνθρώποισι τέρψις πόνων ἀμπνοὰ πέφανται, μετὰ σεῖο, μάκαιρʼ Ὑγίεια, τέθαλε πάντα καὶ λάμπει Χαρίτων ὄαροι· σέθεν δὲ χωρὶς οὔτις εὐδαίμων ἔφυ. καὶ ἀσπασάμενος ἡμᾶς φιλοφρόνως ... ἀπομάττοντας ... οἴδασιν οἱ παλαιοί. Σώπατρος γὰρ φλυακογράφος ἐν τῷ ἐπιγραφομένῳ δράματι Φακῆ λέγει οὕτως· κρεανομοῦμαι καὶ τὸν ἐκ Τυρρηνίας οἶνον σὺν ὀκτὼ λαμβάνειν ἐπίσταμαι. ταῦτα, φίλτατε Τιμόκρατες, κατὰ τὸν Πλάτωνα οὐ Σωκράτους νέου καὶ καλοῦ παίγνια, ἀλλὰ τῶν δειπνοσοφιστῶν σπουδάσματα. κατὰ γὰρ τὸν Χαλκοῦν Διονύσιον· τί κάλλιον ἀρχομένοισιν καταπαυομένοις τὸ ποθεινότατον;
Kaibel Dialogi Personae
LARENSIS
TIMOCRATI

Meineke Index Scriptorum
Ariphron
Dionysius
Plato
Sopater

Alignment

 

Digital Athenaeus Project     Creative Commons License