DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
62

τῶν δὲ πολλῶν τὸ ἰὴ παιὼν ἐπιφθεγγομένων Ποντιανὸς ἔφη· τὸ ἰὴ παιών, ἄνδρες φίλοι, μαθεῖν βούλομαι εἴτε παροιμία ἐστὶν εἴτε ἐφύμνιον εἴτε τι ἄλλο. πρὸς ὃν Δημόκριτος ἔφη· Κλέαρχος Σολεὺς οὐδενὸς ὢν δεύτερος τῶν τοῦ σοφοῦ Ἀριστοτέλους μαθητῶν ἐν τῷ προτέρῳ περὶ Παροιμιῶν τὴν Λητώ φησιν ἐκ Χαλκίδος τῆς Εὐβοίας ἀνακομίζουσαν εἰς Δελφοὺς Ἀπόλλωνα καὶ Ἄρτεμιν γενέσθαι περὶ τὸ τοῦ κληθέντος Πύθωνος σπήλαιον. καὶ φερομένου τοῦ Πύθωνος ἐπʼ αὐτοὺς Λητὼ τῶν παίδων τὸν ἕτερον ἐν ταῖς ἀγκάλαις ἔχουσα, ἐπιβᾶσα τῷ λίθῳ τῷ νῦν ἔτι κειμένῳ ὑπὸ τῷ ποδὶ τῆς χαλκῆς εἰργασμένης Λητοῦς, τῆς τότε πράξεως μίμημα γενόμενον ἀνάκειται παρὰ τὴν πλάτανον ἐν Δελφοῖς, εἶπεν ἵε παῖ. τυχεῖν δὲ τόξα μετὰ χεῖρας ἔχοντα τὸν Ἀπόλλωνα. τοῦτο δʼ ἐστὶν ὡς ἂν εἴποι τις ἄφιε παῖ καὶ βάλε παῖ. διόπερ ἀπὸ τούτου λεχθῆναί φασιν τὸ ἵε παῖ καὶ ἵε παιών. ἔνιοι δὲ παρεγκλίνοντές τε τὴν λέξιν καὶ ψιλοῦντες ἐπὶ τοῖς δεινοῖς ἀλεξητήριόν τινα παροιμίαν λέγουσιν ἰὴ παιών καὶ οὐχὶ ἵε παῖ. πολλοὶ δὲ καὶ ἐπὶ τοῖς τέλος ἔχουσιν ἐπιφθεγγόμενοι οἳ μὲν ἐν παροιμίᾳ φασὶν οὕτως τοῦτο δὴ τὸ λεγόμενον ἰὴ παιών, διὰ δὲ τὸ λίαν ἡμῖν εἶναι σύνηθες λανθάνον ὂν ἐν παροιμίᾳ. οἳ δὲ τὸ τοιοῦτο λέγοντες οὐχ ὡς παροιμίαν ... τὸ δὲ ὑφʼ Ἡρακλείδου τοῦ Ποντικοῦ λεχθὲν φανερῶς πέπλασται, ἐπὶ σπονδαῖς τοῦτο πρῶτον εἰς τρὶς εἰπεῖν τὸν θεὸν οὕτως ἵη παιάν ἵη παιών. ἐκ ταύτης γὰρ τῆς πίστεως τὸ τρίμετρον καλούμενον ἀνατίθησι τῷ θεῷ, φάσκων τοῦ θεοῦ τοῦθʼ ἑκάτερον εἶναι τῶν μέτρων, ὅτι μακρῶν μὲν τῶν πρώτων δύο συλλαβῶν λεγομένων ἰὴ παιάν ἡρῷον γίνεται, βραχέων δὲ λεχθεισῶν ἰαμβεῖον· διὰ δὲ τοῦτο δῆλον ὅτι καὶ τὸν χωλίαμβον ἀναθετέον αὐτῷ. βραχειῶν γὰρ γινομένων εἰ δύο τὰς ἁπασῶν τελευταίας συλλαβὰς εἰς μακρὰν ποιήσει τις, Ἱππώνακτος ἴαμβος ἔσται.
Kaibel Dialogi Personae
PONTIANVS

CYNVLCVS
LARENSIS
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License