DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
60

Φερεκράτης δὲ ἐν Κραπατάλλοις τὴν νῦν λυχνίαν καλουμένην λύχνειον κέκληκεν διὰ τούτων· τίς τῶν λυχνείων ʼργασία; Β. Τυρρηνική. ποικίλαι γὰρ ἦσαν αἱ παρὰ τοῖς Τυρρηνοῖς ἐργασίαι, φιλοτέχνων ὄντων τῶν Τυρρηνῶν. Ἀντιφάνης δʼ Ἱππεῦσι· τῶν δʼ ἀκοντίων συνδοῦντες ὀρθὰ τρία λυχνείῳ χρώμεθα. Δίφιλος δʼ ἐν Ἀγνοίᾳ· ἅψαντες λύχνον λυχνεῖον ἐζητοῦμεν. Εὐφορίων δʼ ἐν Ἱστορικοῖς Ὑπομνήμασιν Διονύσιόν φησι τὸν νεώτερον Σικελίας τύραννον Ταραντίνοις εἰς τὸ πρυτανεῖον ἀναθεῖναι λυχνεῖον δυνάμενον καίειν τοσούτους λύχνους ὅσος τῶν ἡμερῶν ἐστιν ἀριθμὸς εἰς τὸν ἐνιαυτόν. Ἕρμιππος δὲ κωμῳδιοποιὸς ἐν Ἰάμβοις τὸ στρατιωτικὸν λυχνεῖον σύνθετον οὕτως ὀνομάζει. ἐν δὲ Φορμοφόροις δράματι· τῇδʼ ἐξιόντι δεξιᾷ, λυχνίδιον. πανὸς δʼ ὀνομάζεται τὸ διακεκομμένον ξύλον καὶ συνδεδεμένον· τούτῳ δʼ ἐχρῶντο λαμπάδι. Μένανδρος Ἀνεψιοῖς· οἶσʼ εἰσιὼν πανόν, λύχνον, λυχνοῦχον, τι πάρεστι· φῶς μόνον πολὺ ποίει. Δίφιλος Στρατιώτῃ· ἀλλʼ πανὸς ὕδατός ἐστι μεστός. πρότερος δὲ τούτων Αἰσχύλος ἐν Ἀγαμέμνονι μέμνηται τοῦ πανοῦ καὶ Εὐριπίδης ἐν Ἴωνι ἔλεγον δὲ τοῦτον οἱ πρὸ ἡμῶν καὶ ξυλολυχνοῦχον, οὗ μνημονεύει Ἄλεξις ἐν Εἰσοικιζομένῳ οὕτως· δὲ ξυλολυχνοῦχος .... πυρὸς νὶ χ ο κ.......... μνημονεύει δὲ Θεόπομπος ἐν Εἰρήνῃ λέγων οὑτωσί· ἡμᾶς δʼ ἀπαλλαχθέντας ἐπʼ ἀγαθαῖς τύχαις ὀβελισκολυχνίου καὶ ξιφομαχαίρας πικρᾶς επακ επισ ασελ ωτι πῶς μεν δαίν γωδ ὀισπ φη ενο νειμ απτ Φιλύλλιος π δι λα φ φ τ ξ δ ... ὡς ἐβάδιζον δαίδας μετὰ χερσὶν ἔχοντες. δὲ τῶν ἄλλων έμενον ἔν δέοι κατα ὅπερ ἔτι . ρων ιη ...... κάν ῆι ο φησὶ λεί οδω ι εἰσ ωλι δʼ ενι λύ υθέ υτί όν ῆσ εκ ου ψη χρυ αφά ει· ον υ διμύξου ει σ αῖ . α .. ξυλολύχνου δὲ μέμνηται Ἄλεξις· καὶ τάχα τούτῳ ὅμοιόν ἐστι τὸ παρὰ Θεοπόμπῳ ὀβελισκόλυχνον Φιλύλλιος δὲ τὰς λαμπάδας δᾷδας καλεῖ. οὐ παλαιὸν δʼ εὕρημα λύχνος· φλογὶ δʼ οἱ παλαιοὶ τῆς τε δᾳδὸς καὶ τῶν ἄλλων ξύλων ἐχρῶντο. κοιμίσαι λύχνον Φρύνιχος φησί Νίκανδρος δʼ Κολοφώνιος κτλʼ .......... σω καὶ θρυαλλίδʼ, ἢν δέῃ. καὶ Πλάτων ἐν Νυκτὶ μακρᾷ· ἐνταῦθʼ ἐπʼ ἄκρων τῶν κροτάφων ἕξει λύχνον δίμυξον. μνημονεύει τοῦ διμύξου λύχνου καὶ Μεταγένης ἐν Φιλοθύτῃ καὶ Φιλωνίδης ἐν Κοθόρνοις Κλείταρχος δʼ ἐν ταῖς Γλώσσαις λοφνίδα φησὶ καλεῖν Ῥοδίους τὴν ἐκ τοῦ φλοιοῦ τῆς ἀμπέλου λαμπάδα. Ὅμηρος δὲ τὰς λαμπάδας δετὰς ὀνομάζει· καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ. ἑλάνη δὲ λαμπὰς καλεῖται, ὡς Ἀμερίας φησίν. Νίκανδρος δʼ Κολοφώνιος ἑλάνην τὴν τῶν καλάμων δέσμην. λύχνα δὲ οὐδετέρως εἴρηκεν Ἡρόδοτος ἐν δευτέρᾳ Ἱστοριῶν λυχνοκαυτίαν δὲ ἣν οἱ πολλοὶ λέγουσιν λυχναψίαν Κηφισόδωρος ἐν Ὑί καὶ Κύνουλκος αἰεί ποτε τῷ Οὐλπιανῷ ἀντικορυσσόμενος ἔφη· ἐμοὶ δέ, παῖ δωρόδειπνε, ἀσσαρίου κανδήλας πρίω, ἵνα κἀγὼ κατὰ τὸν καλὸν Ἀγάθωνα ἀναφωνήσω τάδε τὰ τοῦ ἡδίστου Ἀριστοφάνους· ἐκφέρετε πεύκας κατʼ Ἀγάθωνα φωσφόρους. καὶ ταῦτʼ εἰπὼν οὐρὰν ὑπίλας ὑπὸ λεοντόπουν βάσιν, ὑπεξῆλθεν τοῦ συμποσίου ὑπνηλὸς κάρτα γενόμενος.
Kaibel Dialogi Personae
VLPIANVS

CYNVLCVS
PONTIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License