ἐν δὲ Θεοφορήτῳ ὁ αὐτὸς Ἄλεξις· οἶμαί γʼ ἐπιτιμᾶν τῶν ἀπαντώντων τινὰς ἡμῖν, ὅτι τηνικαῦτα μεθύων περιπατῶ. ποῖος γάρ ἐστιν φανός, ὦ πρὸς τῶν θεῶν, τοιοῦτος οἷος ὁ γλυκύτατος ἥλιος; Ἀναξανδρίδης δὲ ἐν Ὕβρει· οὔκουν λαβὼν τὸν φανὸν ἅψεις μοι λύχνον; ἄλλοι δὲ ἔφασκον φανὸν λέγεσθαι τὴν λαμπάδα, οἳ δὲ τὴν ἔκ τινων ξύλων τετμημένων δέσμην. Μένανδρος Ἀνεψιοῖς· ὁ φανός ἐστι μεστὸς ὕδατος οὑτοσί· δεῖ τʼ οὐχὶ σείειν, ἀλλʼ ἀποσείειν αὐτόθεν. Νικόστρατος ἐν Πατριώταις· ὁ κάπηλος γὰρ οὑκ τῶν γειτόνων ἄν τʼ οἶνον ἄν τε φανὸν ἀποδῶταί τινι ἄν τʼ ὄξος, ἀπέπεμψʼ ὁ κατάρατος δοὺς ὕδωρ. Φιλιππίδης Συμπλεούσαις· ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδὲ ἕν. Β. ἔπειτα φυσᾶν δυστυχὴς οὐκ ἠδύνω;
|