DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
56

πεποίηκε δὲ παρῳδίας καὶ Ἕρμιππος τῆς ἀρχαίας κωμῳδίας ποιητής. τούτων δὲ πρῶτος εἰσῆλθεν εἰς τοὺς ἀγῶνας τοὺς θυμελικοὺς Ἡγήμων καὶ παρʼ Ἀθηναίοις ἐνίκησεν ἄλλαις τε παρῳδίαις καὶ τῇ Γιγαντομαχίᾳ. γέγραφε δὲ καὶ κωμῳδίαν εἰς τὸν ἀρχαῖον τρόπον, ἣν ἐπιγράφουσιν Φιλίνην. δὲ Εὔβοιος πολλὰ μὲν εἴρηκεν ἐν τοῖς ποιήμασιν χαρίεντα, περὶ μὲν τῆς τῶν βαλανέων μάχης· βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν περὶ δὲ τοῦ λοιδορουμένου κουρέως τῷ κεραμεῖ τῆς γυναικὸς χάριν· μήτε σὺ τόνδʼ ἀγαθός περ ἐὼν ἀποαίρεο, κουρεῦ, μήτε σύ, Πηλείδη ὅτι δὲ ἦν τις περὶ αὐτοὺς δόξα παρὰ τοῖς Σικελιώταις Ἀλέξανδρος Αἰτωλὸς τραγῳδοδιδάσκαλος ποιήσας ἐλεγεῖον τρόπον τοῦτον δηλοῖ· ὡς Ἀγαθοκλῆος λάσιαι φρένες ἤλασαν ἔξω πατρίδος. ἀρχαίων ἦν ὅδʼ ἀνὴρ προγόνων, εἰδὼς ἐκ νεότητος ἀεὶ ξείνοισιν ὁμιλεῖν ξεῖνος· Μιμνέρμου δʼ εἰς ἔπος ἄκρον ἰὼν παιδομανεῖ σὺν ἔρωτι πότην ἶσον. ἔγραφε δʼ ὡνὴρ εὖ παρʼ Ὁμηρείην ἀγλαίην ἐπέων πισσύγγους φῶρας ἀναιδέας τινα χλούνην, φλύων ἀνθηρῇ σὺν κακοδαμονίῃ. τοῖα Συρηκοσίοις καὶ ἔχων χάριν. ὃς δὲ Βοιωτοῦ ἔκλυεν, Εὐβοίῳ τέρψεται οὐδʼ ὀλίγον.
Kaibel Index Scriptorum
ALEXANDER
EVBOEVS

HEGEMO
Kaibel Dialogi Personae
CYNVLCVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License