DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
54

καὶ μετὰ ταῦτα ἀποβλέψας εἰς αὐτὸν ἔφη· ἀλλʼ ἐπειδή μοι ὀργίζῃ, ἔρχομαί σοι λέξων τὸν συρβηνέων χορὸν ὅστις ἐστί. καὶ Οὐλπιανὸς οἴει γάρ, ἔφη, κάθαρμα, θυμοῦσθαί με ἐφʼ οἷς εἴρηκας κἀπʼ ὀλίγον σου πεφροντικέναι, κύον ἀδδεές; ἀλλʼ ἐπεὶ διδάσκειν μέ τι ἐπαγγέλλῃ, σπονδάς σοι ποιοῦμαι οὐ τριακοντούτιδας ἀλλʼ ἑκατοντούτιδας. σὺ δὲ μόνον δίδασκε τίς συρβηνέων χορός. καὶ ὅς· Κλέαρχος, λῷστε, ἐν δευτέρῳ περὶ Παιδείας οὑτωσί φησιν· λείπεταί τις συρβηνέων χορός, ὧν ἕκαστος τὸ δοκοῦν ἑαυτῷ κατᾳσαι δεῖ, προσέχων οὐδὲν τῷ προκαθημένῳ καὶ διδάσκοντι τὸν χορόν, ἀλλʼ αὐτὸς πολὺ τούτων ἀτακτότερός ἐστιν θεατής. καὶ κατὰ τὸν παρῳδὸν Μάτρωνα· οἳ μὲν γὰρ δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι, Εὔβοιός τε καὶ Ἑρμογένης δῖοί τε Φίλιπποι, οἳ μὲν δὴ τεθνᾶσι καὶ εἰν Ἀίδαο δόμοισιν· ἔστι δέ τις Κλεόνικος, ὃν ἀθάνατον λάχε γῆρας, οὔτε ποιητάων ἀδαήμων οὔτε θεάτρων, καὶ τεθνειῶτι λαλεῖν πόρε Φερσεφόνεια σὺ δὲ καὶ ζῶν, καλὲ Οὐλπιανέ, πάντα μὲν ζητεῖς, λέγεις δὲ οὐδὲ ἕν. καὶ ὃς τίς ἡδέως, ἔφη, τῶν ἐπῶν ....... καλέ μου ἑταῖρε, ἕως ἔτι ἐμμένομεν ταῖς σπονδαῖς.
Kaibel Dialogi Personae
CYNVLCVS

VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License