DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
53

τοιαῦτα λέγοντος τοῦ Δημοκρίτου Κύνουλκος ἔφη· τί μʼ ἀνέμνασας κείνων κυλίκων; κατὰ τὸν σὸν Φίλωνα, δέον μηδένα τῶν σπουδῆς ἀξίων λέγειν τι τοῦ γάστρωνος παρόντος Οὐλπιανοῦ. οὗτος γὰρ τὰς καπυρωτέρας ᾠδὰς ἀσπάζεται μᾶλλον τῶν ἐσπουδασμένων· οἷαί εἰσιν αἱ Λοκρικαὶ καλούμεναι, μοιχικαί τινες τὴν φύσιν ὑπάρχουσαι, ὡς καὶ ἥδε· τί πάσχεις· μὴ προδῷς ἄμμʼ, ἱκετεύω. πρὶν καὶ μολεῖν κεῖνον, ἀνίστω, μὴ κακὸν μέγα ποιήσῃ σε κἀμὲ τὴν δειλάκραν. ἁμέρα καὶ δή, τὸ φῶς διὰ τᾶς θυρίδος οὐκ εἰσορῇς; τοιούτων γὰρ ᾀσμάτων αὐτοῦ πᾶσα πλήρης Φοινίκη, ἐν καὶ αὐτὸς περιῄει καλαμίζων μετὰ τῶν τοὺς κολάβρους καλουμένους συντιθέντων· εἴρηται γάρ, καλὲ Οὐλπιανέ, τοὔνομα. καὶ γε Σκήψιος Δημήτριος ἐν τῷ δεκάτῳ τοῦ Τρωικοῦ Διακόσμου φησὶν οὕτως· Κτησιφῶν Ἀθηναῖος ποιητὴς τῶν καλουμένων κολάβρων, ὃν καὶ πρῶτος μετὰ Φιλέταιρον ἄρξας Περγάμου Ἄτταλος δικαστὴν καθεστάκει βασιλικῶν τῶν περὶ τὴν Αἰολίδα. δʼ αὐτὸς οὗτος συγγραφεὺς κἀν τῷ ἐννεακαιδεκάτῳ τῆς αὐτῆς πραγματείας Μνησιπτολέμου φησί ποτε τοῦ ἱστοριογράφου τοῦ παρὰ Ἀντιόχῳ τῷ προσαγορευθέντι Μεγάλῳ πλεῖστον ἰσχύσαντος υἱὸν γενέσθαι Σέλευκον τὸν τῶν ἱλαρῶν ᾀσμάτων ποιητήν· οὗπερ συνεχῶς ᾄδειν εἰώθασιν· κἀγὼ παιδοφιλήσω· πολύ μοι κάλλιον γαμεῖν· παῖς μὲν γὰρ παρεὼν κἠν πολέμῳ μᾶλλον ἐπωφελεῖ.
Kaibel Dialogi Personae
CYNVLCVS

VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License