DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
51

τούτων λεχθέντων Δημόκριτος ἔφη· ἀλλὰ μὴν καὶ τὸ ὑπὸ τοῦ πολυμαθεστάτου γραφὲν Ἀριστοτέλους εἰς Ἑρμείαν τὸν Ἀταρνέα οὐ παιάν ἐστιν, ὡς τὴν τῆς ἀσεβείας κατὰ τοῦ φιλοσόφου γραφὴν ἀπενεγκάμενος Δημόφιλος εἰς αἰδωτε παρασκευασθεὶς ὑπʼ Εὐρυμέδοντος, ὡς ἀσεβοῦντος καὶ ᾄδοντος ἐν τοῖς συσσιτίοις ὁσημέραι εἰς τὸν Ἑρμείαν παιᾶνα. ὅτι δὲ παιᾶνος οὐδεμίαν ἔμφασιν παρέχει τὸ ἆσμα, ἀλλὰ τῶν σκολίων ἕν τι καὶ αὐτὸ εἶδός ἐστιν ἐξ αὐτῆς τῆς λέξεως φανερὸν ὑμῖν ποιήσω· Ἀρετὰ πολύμοχθε γένει βροτείῳ, θήραμα κάλλιστον βίῳ, σᾶς πέρι, παρθένε, μορφᾶς καὶ θανεῖν ζηλωτὸς ἐν Ἑλλάδι πότμος καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας· τοῖον ἐπὶ φρένα βάλλεις καρπόν τʼ ἀθάνατον χρυσοῦ τε κρείσσω καὶ γονέων μαλακαυγήτοιό θʼ ὕπνου. σεῦ δʼ ἕνεχʼ οὑκ Διὸς Ἡρακλέης Λήδας τε κοῦροι πόλλʼ ἀνέτλασαν ἔργοις σὰν ἀγρεύοντες δύναμιν. σοῖς δὲ πόθοις Ἀχιλεὺς Αἴας τʼ Ἀίδα δόμον ἦλθον. σᾶς δʼ ἕνεκεν φιλίου μορφᾶς καὶ Ἀταρνέος ἔντροφος ἠελίου χήρωσεν αὐγάς. τοιγὰρ ἀοίδιμον ἔργοις ἀθάνατόν τέ μιν αὐξήσουσι Μοῦσαι, Μνημοσύνης θύγατρες, Διὸς ξενίου σέβας αὔξουσαι φιλίας τε γέρας βεβαίας.
Kaibel Index Scriptorum
ARISTOTELES

HYBRIAS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Demophilus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License