DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
50

τῶν οὖν δειπνοσοφιστῶν μέν τις ἔλεγε τῶν σκολίων τόδε, δέ τις τόδε· πάντα δʼ ἦν τὰ λεχθέντα ταῦτα· αʹ Παλλὰς Τριτογένειʼ, ἄνασσʼ Ἀθηνᾶ, ὄρθου τήνδε πόλιν τε καὶ πολίτας, ἄτερ ἀλγέων τε καὶ στάσεων καὶ θανάτων ἀώρων σύ τε καὶ πατήρ. βʹ Πλούτου μητέρʼ Ὀλυμπίαν ἀείδω Δήμητρα στεφανηφόροις ἐν ὥραις, σέ τε, παῖ Διός, Φερσεφόνη· χαίρετον, εὖ δὲ τάνδʼ ἀμφέπετον πόλιν. γʹ ἐν Δήλῳ ποτʼ ἔτικτε τέκνα Λατώ, Φοῖβον χρυσοκόμαν, ἄνακτʼ Ἀπόλλω, ἐλαφηβόλον τʼ ἀγροτέραν Ἄρτεμιν, γυναικῶν μέγʼ ἔχει κράτος. δʹ Πάν, Ἀρκαδίας μέδων κλεεννᾶς, ὀρχηστὰ Βρομίαις ὀπαδὲ Νύμφαις, γελάσειας, Πάν, ἐπʼ ἐμαῖς εὔφροσι ταῖσδʼ ἀοιδαῖς κεχαρημένος. εʹ ἐνικήσαμεν ὡς ἐβουλόμεσθα, καὶ νίκην ἔδοσαν θεοὶ φέροντες παρὰ Πανδρόσου .... ὡς φίλην Ἀθηνᾶν. ϛʹ εἶθʼ ἐξῆν ὁποῖός τις ἦν ἕκαστος τὸ στῆθος διελόντʼ, ἔπειτα τὸν νοῦν ἐσιδόντα, κλείσαντα πάλιν, ἄνδρα φίλον νομίζειν ἀδόλῳ φρενί. ζʹ ὑγιαίνειν μὲν ἄριστον ἀνδρὶ θνητῷ, δεύτερον δὲ καλὸν φυὰν γενέσθαι, τὸ τρίτον δὲ πλουτεῖν ἀδόλως, καὶ τὸ τέταρτον ἡβᾶν μετὰ τῶν φίλων. ᾀσθέντος δὲ τούτου καὶ πάντων ἡσθέντων ἐπʼ αὐτῷ καὶ μνημονευσάντων ὅτι καὶ καλὸς Πλάτων αὐτοῦ μέμνηται ὡς ἄριστα εἰρημένου, Μυρτίλος ἔφη Ἀναξανδρίδην αὐτὸ διακεχλευακέναι τὸν κωμῳδιοποιὸν ἐν Θησαυρῷ λέγοντα οὕτως· τὸ σκόλιον εὑρὼν ἐκεῖνος, ὅστις ἦν, τὸ μὲν ὑγιαίνειν πρῶτον ὡς ἄριστον ὂν ὠνόμασεν ὀρθῶς· δεύτερον δʼ εἶναι καλόν, τρίτον δὲ πλουτεῖν, τοῦθʼ, ὁρᾷς, ἐμαίνετο· μετὰ τὴν ὑγίειαν γὰρ τὸ πλουτεῖν διαφέρει· καλὸς δὲ πεινῶν ἐστιν αἰσχρὸν θηρίον. ἑξῆς δʼ ἐλέχθη καὶ τάδε· ηʹ .... ἐκ γῆς χρὴ κατίδην πλόον, εἴ τις δύναιτο καὶ παλάμην ἔχοι. ἐπεὶ δέ κʼ ἐν πόντῳ γένηται, τῷ παρεόντι τρέχειν ἀνάγκη. θʹ δὲ καρκίνος ὧδʼ ἔφη, χαλᾷ τὸν ὄφιν λαβών· εὐθὺν χρὴ τὸν ἑταῖρον ἔμμεν καὶ μὴ σκολιὰ φρονεῖν. ιʹ ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω, ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων, ὅτε τὸν τύραννον κτανέτην ἰσονόμους τʼ Ἀθήνας ἐποιησάτην. ιαʹ φίλταθʼ Ἁρμόδιʼ, οὔ τί που τέθνηκας· νήσσοις δʼ ἐν μακάρων σέ φασιν εἶναι, ἵνα περ ποδώκης Ἀχιλεύς, Τυδείδην τέ φασι τὸν ἐσθλόν Διομήδεα. ιβʹ ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω, ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων, ὅτʼ Ἀθηναίης ἐν θυσίαις ἄνδρα τύραννον Ἵππαρχον ἐκαινέτην. ιγʹ αἰεὶ σφῷν κλέος ἔσσεται κατʼ αἶαν, φίλταθʼ Ἁρμόδιε καὶ Ἀριστόγειτον, ὅτι τὸν τύραννον κτανέτην ἰσονόμους τʼ Ἀθήνας ἐποιησάτην. ιδʹ Ἀδμήτου λόγον, ἑταῖρε, μαθὼν τοὺς ἀγαθοὺς φίλει, τῶν δειλῶν δʼ ἀπέχου, γνοὺς ὅτι δειλοῖς ὀλίγη χάρις. ιεʹ παῖ Τελαμῶνος, Αἶαν αἰχμητά, λέγουσί σε ἐς Τροίαν ἄριστον ἐλθεῖν Δαναῶν μετʼ Ἀχιλλέα. ιϛʹ τὸν Τελαμῶνα πρῶτον, Αἴαντα δὲ δεύτερον ἐς Τροίαν λέγουσιν ἐλθεῖν Δαναῶν καὶ Ἀχιλλέα. ιζʹ εἴθε λύρα καλὴ γενοίμην ἐλεφαντίνη, καί με καλοὶ παῖδες φέροιεν Διονύσιον ἐς χορόν. ιηʹ εἴθʼ ἄπυρον καλὸν γενοίμην μέγα χρυσίον καί με καλὴ γυνὴ φοροίη καθαρὸν θεμένη νόον. ιθʹ σύν μοι πῖνε, συνήβα, συνέρα, συστεφανηφόρει, σύν μοι μαινομένῳ μαίνεο, σὺν σώφρονι σωφρόνει. κʹ ὑπὸ παντὶ λίθῳ σκορπίος, ἑταῖρʼ, ὑποδύεται. φράζευ μή σε βάλῃ· τῷ δʼ ἀφανεῖ πᾶς ἕπεται δόλος. καʹ ὗς τὰν βάλανον τὰν μὲν ἔχει, τὰν δʼ ἔραται λαβεῖν· κἀγὼ παῖδα καλὴν τὴν μὲν ἔχω, τὴν δʼ ἔραμαι λαβεῖν. κβʹ πόρνη καὶ βαλανεὺς τωὐτὸν ἔχουσʼ ἐμπεδέως ἔθος· ἐν ταὐτᾷ πυέλῳ τόν τʼ ἀγαθὸν τόν τε κακὸν λόει. κγʹ ἔγχει καὶ Κήδωνι, διάκονε, μηδʼ ἐπιλήθου, εἰ δὴ χρὴ τοῖς ἀγαθοῖς ἀνδράσιν οἰνοχοεῖν. κδʹ αἰαῖ, Λειψύδριον προδωσέταιρον, οἵους ἄνδρας ἀπώλεσας, μάχεσθαι ἀγαθούς τε καὶ εὐπατρίδας, οἳ τότʼ ἔδειξαν οἵων πατέρων κύρησαν. κεʹ ὅστις ἄνδρα φίλον μὴ προδίδωσιν, μεγάλην ἔχει τιμὰν ἔν τε βροτοῖς ἔν τε θεοῖσιν κατʼ ἐμὸν νόον. σκόλιον δέ φασί τινες καὶ τὸ ὑπὸ Ὑβρίου τοῦ Κρητὸς ποιηθέν. ἔχει δʼ οὕτως· ἔστι μοι πλοῦτος μέγας δόρυ καὶ ξίφος καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός. τούτῳ γὰρ ἀρῶ, τούτῳ θερίζω, τούτῳ πατέω τὸν ἁδὺν οἶνον ἀπʼ ἀμπέλω, τούτῳ δεσπότας μνοίας κέκλημαι. τοὶ δὲ μὴ τολμῶντʼ ἔχειν δόρυ καὶ ξίφος καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός, πάντες γόνυ πεπτηῶτες ἐμὸν κυνέοντι, δεσπόταν καὶ μέγαν βασιλῆα φωνέοντες.
Kaibel Dialogi Personae
MYRTILVS

ANONYMI
Meineke Index Scriptorum
Anaxandrides
Hybrias
Plato

Alignment

 

Digital Athenaeus Project     Creative Commons License