DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
5

ἀγκυλοῦντα γὰρ δεῖ σφόδρα τὴν χεῖρα εὐρύθμως πέμπειν τὸν κότταβον, ὡς Δικαίαρχός φησιν καὶ Πλάτων δʼ ἐν τῷ Διὶ τῷ Κακουμένῳ παρακελεύεται δέ τις τῷ Ἡρακλεῖ μὴ σκληρὰν ἔχειν τὴν χεῖρα μέλλοντα κοτταβίζειν. ἐκάλουν δʼ ἀπʼ ἀγκύλης τὴν τοῦ κοττάβου πρόεσιν διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τοῖς ἀποκοτταβισμοῖς. οἳ δὲ ποτηρίου εἶδος τὴν ἀγκύλην φασί. Βακχυλίδης ἐν Ἐρωτικοῖς· εὖτε τὴν ἀπʼ ἀγκύλης ἵησι τοῖσδε τοῖς νεανίαις, λευκὸν ἀντείνασα πῆχυν. καὶ Αἰσχύλος δʼ ἐν Ὀστολόγοις ἀγκυλητοὺς λέγει κοττάβους διὰ τούτων· Εὐρύμαχος, οὐ γὰρ ἄλλος, οὐδὲν ἧσσον ... ὕβριζʼ ὑβρισμοὺς οὐκ ἐναισίους ἐμοί. ἦν μὲν γὰρ αὐτῷ κότταβος ἀεὶ τοὐμὸν κάρα, τοῦ δʼ ἀγκυλητοῦ κοσσάβιός ἐστι σκοπὸς ἐκτεμὼν ἡβῶσα χεὶρ ἐφίετο. ὅτι δὲ ἆθλον προὔκειτο τῷ εὖ προεμένῳ τὸν κότταβον προείρηκε μὲν καὶ Ἀντιφάνης· ᾠὰ γάρ ἐστι καὶ πεμμάτια καὶ τραγήματα. ὁμοίως δὲ διεξέρχονται Κηφισόδωρος ἐν Τροφωνίῳ καὶ Καλλίας Διοκλῆς ἐν Κύκλωψι καὶ Εὔπολις Ἕρμιππός τε ἐν τοῖς Ἰάμβοις τὸ δὲ καλούμενον κατακτὸν κοττάβιον τοιοῦτόν ἐστιν· λυχνίον ἐστὶν ὑψηλόν, ἔχον τὸν μάνην καλούμενον, ἐφʼ ὃν τὴν καταβαλλομένην ἔδει πεσεῖν πλάστιγγα, ἐντεῦθεν δὲ πίπτειν εἰς λεκάνην ὑποκειμένην πληγεῖσαν τῷ κοττάβῳ· καί τις ἦν ἀκριβὴς εὐχέρεια τῆς βολῆς. μνημονεύει δὲ τοῦ μάνου Νικοχάρης ἐν Λάκωσιν
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License