DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
47

τοσαῦτα καὶ περὶ μύρων ἐλέχθη. καὶ μετὰ ταῦτα πλείστων τῶν μὲν Ἀγαθοῦ Δαίμονος αἰτούντων ποτήριον, τῶν δὲ Διὸς Σωτῆρος, ἄλλων δὲ Ὑγείας καὶ ἑτέρων ἑτέρου ἐπιλεγόντων, τοὺς τούτων τῶν κράσεων μεμνημένους τῶν ποιητῶν ἔδοξεν παρατίθεσθαι, ὧν καὶ αὐτῶν μνησθήσομαι. Ἀντιφάνης μὲν γὰρ ἐν Ἀγροικίσιν ἔφη· Ἁρμόδιος ἐπεκαλεῖτο, παιὰν ᾔδετο, μεγάλην Διὸς Σωτῆρος ἄκατον ἦρέ τις. Ἄλεξις δʼ ἐν Τοκιστῇ Καταψευδομένῳ· ἀλλʼ ἔγχεον αὐτῷ Διός γε τήνδε Σωτῆρος, θεῶν θνητοῖς ἁπάντων χρησιμωτάτου πολύ. Β. Ζεὺς σωτήρ, ἂν ἐγὼ διαρραγῶ, οὐδέν μʼ ὀνήσει. Α. πῖθι θαρρῶν. Νικόστρατος Πανδρόσῳ· κἀγώ, φιλτάτη· μετανιπτρίδʼ αὐτῷ τῆς Ὑγιείας ἔγχεον. Β. λαβὲ τῆς Ὑγιείας δὴ σύ. Α. φέρε, τύχἀγαθῇ. τύχη τὰ θνητῶν πράγμαθʼ, πρόνοια δὲ τυφλόν τι κἀσύντακτόν ἐστιν, πάτερ. ἐν δὲ τῷ αὐτῷ δράματι καὶ τῆς τοῦ Ἀγαθοῦ Δαίμονος κράσεως μνημονεύει, ἧς καὶ σχεδὸν πάντες οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταί. ἀλλʼ γε Νικόστρατος οὕτως φησίν· ἄλλʼ ἐγχέασα θᾶττον Ἀγαθοῦ Δαίμονος ἀπενεγκάτω μοι τὴν τράπεζαν ἐκποδών. ἱκανῶς κεχόρτασμαι γάρ. Ἀγαθοῦ Δαίμονος δέχομαι. λαβοῦσʼ ἀπένεγκε ταύτην ἐκποδών. Ξέναρχος ἐν Διδύμοις· ὡς ὑπό τι νυστάζειν γε καὐτὸς ἄρχομαι· τἀγαθοῦ γὰρ Δαίμονος συνέσεισέ με ἄκρατος ἐκποθεῖσα φιάλη παντελῶς. τοῦ δὲ Σωτῆρος Διὸς τάχιστά γε ἀπώλεσε ναύτην καὶ κατεπόντωσέν μʼ, ὁρᾷς. Ἔριφος Μελιβοίᾳ· ἐκπεπήδηκας πρὶν Ἀγαθοῦ πρῶτον Δαίμονος λαβεῖν, πρὶν Διὸς σωτῆρος.
Kaibel Dialogi Personae
MASVRIVS
ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License