DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
44

παμπόλλου δʼ ἐπιπράσκετο Ἀθήνησιν τοῦ μύρου κοτύλη, καὶ ὡς μὲν Ἵππαρχός φησιν ἐν Παννυχίδι, εʹ μνῶν, ὡς δὲ Μένανδρος ἐν Μισογύνῃ, ιʹ. Ἀντιφάνης δʼ ἐν Φρεαρρίῳ στακτῆς τοῦ μύρου μνημονεύων φησίν· στακτὴ δυοῖν μναῖν οὐκ ἀρέσκει μʼ οὐδαμῶς. οὐ μόνον δὲ τὸ τῶν Σαρδιανῶν γένος φιλόμυρον ἦν, ὡς Ἄλεξίς φησιν ἐν Ἐκπωματοποιῷ· ἀεὶ φιλόμυρον πᾶν τὸ Σάρδεων γένος, ἀλλὰ καὶ αὐτοὶ οἱ Ἀθηναῖοι οἱ πάντων τῶν καλλίστων εἰσηγηταὶ τῷ τῶν ἀνθρώπων βίῳ γενόμενοι, παρʼ οἷς ἀνυπερβλήτου τιμῆς, ὡς προείρηται, τῶν μύρων ὑπαρχούσης οὐκ ἀπείχοντο τῆς χρήσεως, ὥσπερ οὐδὲ ἡμεῖς νῦν οὕτω πολυτίμων τῶν καλλίστων ὑπαρχόντων, ὡς λῆρον εἶναι τὰ ἐν τῷ Εἰσοικιζομένῳ Ἀλέξιδος ταυτί· οὐ γὰρ ἐμυρίζετʼ ἐξ ἀλαβάστου, πρᾶγμά τι γινόμενον ἀεί, κρονικόν, ἀλλὰ τέτταρας περιστερὰς ἀφῆκεν ἀποβεβαμμένας εἰς οὐχὶ ταὐτόν, μὰ Δία, τὴν αὐτὴν μύρον, ἰδίῳ δʼ ἑκάστην. πετόμεναι δʼ αὗται κύκλῳ ἔρραινον ἡμῶν θαἰμάτια καὶ στρώματα. μή μοι φθονήσητʼ, ἄνδρες Ἑλλήνων ἄκροι· ἠλειφόμην ὑόμενος ἰρίνῳ μύρῳ.
Kaibel Dialogi Personae
MASVRIVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License