DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
43

τὸ δὲ χρίσασθαι τῷ τοιούτῳ ἀλείμματι μυρίσασθαι εἴρηκεν Ἀλκαῖος ἐν Παλαίστραις διὰ τούτων· μυρίσασά μʼ ἐγκατέκλεισεν ἀνθʼ αὑτῆς λάθρᾳ. μυρώμασιν μέντοι, οὐ μυρίσμασιν ἔλεγεν Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις· ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν. (τῆς δὲ λεγομένης σάγδας μύρον δʼ ἐστὶ καὶ τοῦτο Ἐπίλυκος ἐν Κωραλίσκῳ· βάκκαρίς τε καὶ σάγδας ὁμοῦ. καὶ Ἀριστοφάνης ἐν Δαιταλεῦσιν καὶ ἐν Μαρικᾷ Εὔπολις σάγδαν ἐρυγγάνοντα λέγων ὅπερ Θυατειρηνὸς Νίκανδρος ἐπὶ τοῦ ἄγαν χλιδῶντος εἰρῆσθαι ἀκούει, Θεόδωρος δὲ θυμίαμά τί φησιν αὐτὸ εἶναι.)
Kaibel Dialogi Personae
MASVRIVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License