DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
42

ΒΡΕΝΘΕΙΟΥ δὲ μύρου μνημονεύει Φερεκράτης ἐν Λήροις οὕτως· ἔστην δὲ κἀκέλευον ἐγχέασθε νῷν βρένθειον, ἵνα τοῖς εἰσιοῦσιν ἐγχέῃ. ΒΑΣΙΛΕΙΟΥ δὲ μύρου μνημονεύει Κράτης ἐν Γείτοσιν λέγων οὕτως· γλυκύτατον δʼ ὦζε βασιλείου μύρου. Σαπφὼ δʼ ὁμοῦ μέμνηται τοῦ τε βασιλείου καὶ τοῦ βρενθείου, λέγουσα οὕτως· βρενθείω βασιληίω. ΨΑΓΔΗΣ Ἀριστοφάνης ἐν Δαιταλεῦσιν· φέρʼ ἴδω, τί σοι δῶ τῶν μύρων· ψάγδαν φιλεῖς; Εὔπολις δʼ ἐν Μαρικᾷ· ψάγδαν ἐρυγγάνοντα. Εὔβουλος δʼ ἐν Στεφανοπώλισιν· Αἰγυπτίῳ ψάγδανι τρὶς λελουμένη. Πολέμων δʼ ἐν τοῖς πρὸς Ἀδαῖον παρὰ Ἠλείοις φησὶ μύρον τι ΠΛΑΓΓΟΝΙΟΝ καλεῖσθαι, εὑρεθὲν ὑπό τινος Πλαγγόνος. ὁμοίως ἱστορεῖ καὶ Σωσίβιος ἐν Ὁμοιότησιν ὡς καὶ τὸ ΜΕΓΑΛΛΕΙΟΝ· ὠνομάσθη γὰρ καὶ τοῦτο ἀπὸ Μεγάλλου τοῦ Σικελιώτου· οἳ δʼ Ἀθηναῖόν φασιν εἶναι τὸν Μέγαλλον. μνημονεύει δʼ αὐτοῦ Ἀριστοφάνης ἐν Τελμησσεῦσι καὶ Φερεκράτης ἐν Πετάλῃ, Στράττις δʼ ἐν Μηδείᾳ οὕτως· καὶ λέγʼ, ὅτι φέρεις αὐτῇ μύρον τοιοῦτον οἷον οὐ Μέγαλλος πώποτε ἥψησεν οὐδὲ Δεινίας ᾁγύπτιος οὔτʼ εἶδεν οὔτʼ ἐκτήσατο. τοῦ μεγαλλείου δὲ μύρου μνημονεύει καὶ Ἄμφις ἐν Ὀδυσσεῖ διὰ τούτων· ἐρίοισι τοὺς τοίχους κύκλῳ Μιλησίοις, ἔπειτʼ ἀλείφειν τῷ μεγαλλείῳ μύρῳ καὶ τὴν βασιλικὴν θυμιᾶτε μίνδακα. Β. ἀκήκοας σύ, δέσποτʼ, ἤδη πώποτε τὸ θυμίαμα τοῦτο; Ἀναξανδρίδης Τηρεῖ· ἀλλʼ οἷα νύμφη βασιλὶς ὠνομασμένη μύροις μεγαλλείοις τὸ σῶμʼ ἀλείφεται. ΝΑΡΔΙΝΟΥ δὲ μύρου μέμνηται Μένανδρος ἐν Κεκρυφάλῳ οὕτως· ἡδὺ τὸ μύρον, παιδίον. Β. ἡδύ· πῶς γὰρ οὔ; νάρδινον.
Kaibel Dialogi Personae
MASVRIVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License