DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
41

παρὰ πολλοῖς δὲ τῶν κωμῳδιοποιῶν ὀνομάζεταί τι μύρον ΒΑΚΚΑΡΙΣ· οὗ μνημονεύει καὶ Ἱππῶναξ διὰ τούτων· βακκάρι δὲ τὰς ῥῖνας ἤλειφον· ἐσθʼ οἵη περ κρόκος. Ἀχαιὸς δʼ ἐν Αἴθωνι σατυρικῷ· βακκάρει χρισθέντα καὶ ψυκτηρίοις πτεροῖς ἀναστήσαντα προσθίαν τρίχα. Ἴων Ὀμφάλῃ· βακκάρεις δὲ καὶ μύρα καὶ Σαρδιανὸν κόσμον εἰδέναι χροὸς ἄμεινον τὸν Πέλοπος ἐν νήσῳ τρόπον. ἐν τούτοις Σαρδιανὸν κόσμον εἴρηκε τὸ μύρον, ἐπεὶ διαβόητοι ἐπὶ ἡδυπαθείᾳ οἱ Λυδοί· καὶ τὸ παρὰ Ἀνακρέοντι λυδοπαθὴς ἀκούουσιν ἀντὶ τοῦ ἡδυπαθής. μνημονεύει τῆς βακκάριδος καὶ Σοφοκλῆς Μάγνης δʼ ἐν Λυδοῖς· λούσαντα χρὴ καὶ βακκάριδι κεχριμένον. καὶ μήποτε οὔκ ἐστι μύρον βάκκαρις. Αἰσχύλος γὰρ ἐν Ἀμυμώνῃ ἀντιδιαστέλλων φησίν· κἄγωγε τὰς σὰς βακκάρεις τε καὶ μύρα. καὶ Σιμωνίδης· κἠλειφόμην μύροισι καὶ θυώμασι καὶ βακκάρι. Ἀριστοφάνης δʼ ἐν Θεσμοφοριαζούσαις· Ζεῦ πολυτίμηθʼ, οἷον ἔπνευσεν μιαρὸς φάσκωλος εὐθὺς λυόμενός μοι τοῦ μύρου καὶ βακκάριδος.
Kaibel Dialogi Personae
MASVRIVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License