Book 15
ἐκάλουν δὲ καὶ κατακτούς τινας κοττάβους. ἐστὶν δὲ λυχνία ἀναγόμενα πάλιν τε συμπίπτοντα. Εὔβουλος Βελλεροφόντῃ· τίς ἂν λάβοιτο τοῦ σκέλους κάτωθέ μου; ἄνω γὰρ ὥσπερ κοττάβειον αἴρομαι. Ἀντιφάνης δʼ ἐν Ἀφροδίτης Γοναῖς· τονδὶ λέγω, σὺ δʼ οὐ συνιεῖς; κότταβος τὸ λυχνίον ἐστί. πρόσεχε τὸν νοῦν· ᾠὰ μὲν ......... πέντε νικητήριον. Β. περὶ τοῦ; γελοῖον. κοτταβιεῖτε τίνα τρόπον; Α. ἐγὼ διδάξω καθʼ ἕν· ὃς ἂν τὸν κότταβον ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν — Β. πλάστιγγα ποίαν; τοῦτο τοὐπικείμενον ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις; Α. τοῦτʼ ἐστὶ πλάστιγξ — οὗτος ὁ κρατῶν γίγνεται. Β. πῶς δʼ εἴσεταί τις τοῦτʼ; Α. ἐὰν θίγῃ μόνον αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος ἔσται πάνυ πολύς. Β. πρὸς θεῶν, τῷ κοττάβῳ πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης; καὶ μετʼ ὀλίγα· ᾧ δεῖ λαβὼν τὸ ποτήριον δεῖξον νόμῳ. Α. αὐλητικῶς δεῖ καρκινοῦν τοὺς δακτύλους οἶνόν τε μικρὸν ἐγχέαι καὶ μὴ πολύν· ἔπειτʼ ἀφήσεις. Β. τίνα τρόπον; Α. δεῦρο βλέπε; τοιουτονί. Β. Πόσειδον, ὡς ὑψοῦ σφόδρα. Α. οὕτω ποιήσεις. Β. ἀλλʼ ἐγὼ μὲν σφενδόνῃ οὐκ ἂν ἐφικοίμην αὐτόσʼ. Α. ἀλλὰ μάνθανε.
|