τοῦ δὲ Αἰγυπτίου μύρου μνημονεύων Ἀχαιὸς ἐν Ἄθλοις φησιν· ἰσάργυρόν τʼ εἰς χεῖρα Κυπρίου λίθου δώσουσι κόσμον χριμάτων τʼ Αἰγυπτίων ... μήποτε, φησὶν ὁ Δίδυμος, τὴν καλουμένην στακτὴν λέγει, διὰ τὴν σμύρναν ἣν εἰς Αἴγυπτον καταγομένην κομίζεσθαι πρὸς τοὺς Ἕλληνας. Ἱκέσιος δʼ ἐν βʹ περὶ Ὕλης τῶν μύρων, φησίν, ἃ μέν ἐστιν χρίματα, ἃ δʼ ἀλείμματα. καὶ ῥόδινον μὲν πρὸς πότον ἐπιτήδειον, ἔτι δὲ μύρσινον, μήλινον· τοῦτο δʼ ἐστὶν καὶ εὐστόμαχον καὶ ληθαργικοῖς χρήσιμον. τὸ δʼ οἰνάνθινον εὐστόμαχον ὂν καὶ τὴν διάνοιαν ἀπαραπόδιστον φυλάσσει. καὶ τὸ σαμψούχινον δὲ καὶ ἑρπύλλινον ἐπιτήδεια πρὸς πότον καὶ κρόκινον τὸ χωρὶς σμύρνης πολλῆς. καὶ ἡ στακτὴ δὲ ἐπιτήδειος πρὸς πότον, ἔτι δὲ νάρδος. τὸ δὲ τήλινον καὶ γλυκύ ἐστι καὶ ἁπαλόν. τὸ δὲ λευκόινον καὶ εὐῶδες καὶ σφόδρα πεπτικόν. Θεόφραστος δὲ ἐν τῷ περὶ Ὀδμῶν συντίθεσθαί φησι μύρα ἀπʼ ἀνθέων μὲν ῥόδινον καὶ λευκόινον καὶ σούσινον (καὶ γὰρ τοῦτο ἐκ τῶν κρίνων), ἔτι δὲ τὸ σισύμβρινον καὶ ἑρπύλλινον, ἔτι δὲ κύπρινον καὶ κρόκινον· βέλτιστον δʼ ἐν Αἰγίνῃ καὶ Κιλικίᾳ. ἀπὸ δὲ φύλλων τὸ μύρρινον καὶ τὸ οἰνάνθινον· αὕτη δʼ ἐν Κύπρῳ φύεται ὀρεινὴ καὶ πολύοσμος· ἀπὸ δὲ τῆς ἐν δὲ Ἑλλάδι οὐ γίνεται διὰ τὸ ἄοσμον. ἀπὸ δὲ ῥιζῶν τό τʼ ἴρινον, καὶ τὸ νάρδινον, καὶ τὸ ἀμαράκινον ἐκ τοῦ κόστου.
|