DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
38

γίνεται δὲ μύρα κάλλιστα κατὰ τόπους, ὡς Ἀπολλώνιός φησιν Ἡροφίλειος ἐν τῷ περὶ Μύρων γράφων οὕτως· ἶρις μὲν ἐν Ἤλιδι χρηστοτάτη καὶ ἐν Κυζίκῳ· ῥόδινον δὲ κράτιστον ἐν Φασήλιδι, καὶ τὸ ἐκ Νέας δὲ πόλεως καὶ Καπύης· κρόκινον δʼ ἐν Σόλοις τῆς Κιλικίας καὶ ἐν Ῥόδῳ· νάρδινον δὲ τὸ ἐν Τάρσῳ· οἰνάνθη δὲ Κυπρία καὶ Ἀδραμυττηνή· ἀμαράκινον Κῷον καὶ μήλινον. κύπρινον δὲ προκέκριται τὸ ἐν Αἰγύπτῳ, δευτερεῦον δʼ ἐστὶ τὸ Κυπριακὸν καὶ τὸ ἐν Φοινίκῃ καὶ ταύτης τὸ ἀπὸ Σιδῶνος. τὸ δὲ παναθηναικὸν λεγόμενον ἐν Ἀθήναις· τὸ δὲ μετώπιον καὶ Μενδήσιον κάλλιστα ἐν Αἰγύπτῳ σκευάζεται· σκευάζεται δὲ τὸ μετώπιον ἐξ ἐλαίου τοῦ ἀπὸ τῶν πικρῶν καρύων. οἱ δὲ χορηγοῦντες, φησί, καὶ ὕλη καὶ οἱ τεχνῖται τὸ χρηστότατον ποιοῦσι μύρον, ἀλλʼ οὐχ οἱ τόποι. Ἔφεσός γέ τοι πρότερον, φησί, τοῖς μύροις διέφερεν καὶ μάλιστα ἐν τῷ μεγαλλείῳ, νῦν δὲ οὔ. ἤκμαζε δὲ καὶ τὰ ἐν Ἀλεξανδρείᾳ διὰ πλοῦτον καὶ διὰ τὴν Ἀρσινόης καὶ Βερενίκης σπουδήν. ἐγίνετο δὲ καὶ ἐν Κυρήνῃ ῥόδινον χρηστότατον καθʼ ὃν χρόνον ἔζη Βερενίκη μεγάλη. οἰνάνθινον δὲ ἐν Ἀδραμυττίῳ πάλαι μὲν μέτριον, ὕστερον δὲ πρῶτον διὰ Στρατονίκην τὴν Εὐμένους. δὲ Συρία τὸ παλαιὸν χρηστὰ πάντα παρείχετο, μάλιστα δὲ τὸ τήλινον, νῦν δὲ οὔ. ἐν δὲ Περγάμῳ πρότερον μὲν ἐξόχως, νῦν δὲ οὔ, μυρεψοῦ τινος ἐκπονήσαντος τὸ παρʼ οὐδενί πω γεγονὸς ἐσκευάζετο λιβανώτινον μύρον. μύρον δὲ χρηστὸν μύρῳ εὐτελεῖ ἐπιχεόμενον ἐπιπολῆς μένει· μέλι δὲ χρηστὸν χείρονι ἐπιχεόμενον εἰς τὸ κάτω βιάζεται· λαμβάνει γὰρ αὑτοῦ καθύπερθεν τὸ ἧττον.
Kaibel Index Scriptorum
APOLLONIVS

ACHAEVS
DIDYMVS
HOMERVS
Kaibel Dialogi Personae
MASVRIVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License