DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
32

ἐκ τούτων τῶν ἐπῶν δῆλον γίνεται ὅτι ἕτερόν ἐστιν τὸ χελιδόνιον τῆς ἀνεμώνης· τινὲς γὰρ ταὐτὸ εἶναί φασι. Θεόφραστος δέ φησι· τὰς δʼ ἀνθήσεις λαμβάνειν δεῖ συνακολουθοῦντα τοῖς ἄστροις τὸ ἡλιοτρόπιον καλούμενον καὶ τὸ χελιδόνιον· καὶ γὰρ τοῦτο ἅμα τῇ χελιδόνι ἀνθεῖ. καὶ ἀμβροσίαν δὲ ἄνθος τι ἀναγράφει Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασι λέγων οὕτως· Νίκανδρός φησιν ἐξ ἀνδριάντος τῆς κεφαλῆς Ἀλεξάνδρου τὴν καλουμένην ἀμβροσίαν φύεσθαι ἐν Κῷ. προείρηται δʼ ἄνω περὶ αὐτῆς ὅτι τὸ κρίνον οὕτω λέγουσι. Τιμαχίδας δʼ ἐν τετάρτῳ Δείπνου καὶ θήσειόν τι ἀναγράφει καλούμενον ἄνθος· θήσειόν θʼ ἁπαλὸν μήλῳ ἐναλίγκιον ἄνθος, Λευκερέης ἱερὸν περικαλλέος, ῥα μάλιστα φίλατο. ἀπὸ τούτου δέ φησι τοῦ ἄνθους καὶ τὸν τῆς Ἀριάδνης καλούμενον στέφανον πεπλέχθαι. καὶ Φερεκράτης δὲ πεποιηκὼς τὸ δρᾶμα τοὺς Πέρσας μνημονεύων καὶ αὐτὸς ἀνθῶν τινων στεφανωτικῶν φησιν· μαλάχας μὲν ἐξερῶν, ἀναπνέων δʼ ὑάκινθον, καὶ μελιλώτινον λαλῶν καὶ ῥόδα προσσεσηρώς· φιλῶν μὲν ἀμάρακον, προσκυνῶν δὲ σέλινα, γελῶν δʼ ἱπποσέλινα καὶ κοσμοσάνδαλα βαίνων, ἔγχει κἀπιβόα τρίτον παιῶνʼ, ὡς νόμος ἐστίν. δὲ πεποιηκὼς τοὺς εἰς αὐτὸν ἀναφερομένους Μεταλλεῖς φησιν· ὑπʼ ἀναδενδράδων ἁπαλὰς ἀσπαλάθους πατοῦντες ἐν λειμῶνι λωτοφόρῳ κύπειρόν τε δροσώδη κἀνθρύσκου μαλακῶν τʼ ἴων λείμακα καὶ τριφύλλου. ἐν τούτοις ζητῶ τί τὸ τρίφυλλον. καὶ γὰρ εἰς Δημαρέτην ἀναφέρεταί τι ποιημάτιον ἐπιγράφεται Τρίφυλλον. κἀν τοῖς ἐπιγραφομένοις δὲ Ἀγαθοῖς Φερεκράτης Στράττις φησίν· λουσάμενοι δὲ πρὸ λαμπρᾶς ἡμέρας ἐν τοῖς στεφανώμασιν, οἳ δʼ ἐν τῷ μύρῳ λαλεῖτε περὶ σισυμβρίων κοσμοσανδάλων τε. καὶ Κρατῖνος ἐν Μαλθακοῖς· παντοίοις γε μὴν κεφαλὴν ἀνθέμοις ἐρέπτομαι, λειρίοις ῥόδοις κρίνεσιν κοσμοσανδάλοις ἴοις καὶ σισυμβρίοις ἀνεμωνῶν κάλυξί τʼ ἠριναῖς ἑρπύλλῳ κρόκοις ὑακίνθοις ἑλειχρύσου κλάδοις οἰνάνθῃσιν ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ, ἀνθρύσκου ........ ναρκίσσου φόβῃ τῷ τʼ ἀειφρούρῳ μελιλώτῳ κάρα πυκάζομαι· καὶ .. κύτισος αὐτόματος παρὰ Μέδοντος ἔρχεται.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License