DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
30

ἀνθῶν δὲ στεφανωτικῶν μέμνηται μὲν τὰ Κύπρια Ἔπη πεποιηκὼς Ἡγησίας Στασῖνος· Δημοδάμας γὰρ Ἁλικαρνασσεὺς Μιλήσιος ἐν τῷ περὶ Ἁλικαρνασσοῦ Κυπρία Ἁλικαρνασσέως δʼ αὐτὰ εἶναί φησι ποιήματα· λέγει δʼ οὖν ὅστις ἐστὶν ποιήσας αὐτὰ ἐν τῷ αʹ οὑτωσί· εἵματα μὲν χροὶ ἕστο τά οἱ Χάριτές τε καὶ Ὧραι ποίησαν καὶ ἔβαψαν ἐν ἄνθεσιν εἰαρινοῖσιν, οἷα φοροῦσʼ ὧραι, ἔν τε κρόκῳ ἔν θʼ ὑακίνθῳ ἔν τε ἴῳ θαλέθοντι ῥόδου τʼ ἐνὶ ἄνθει καλῷ, ἡδέι νεκταρέῳ, ἔν τʼ ἀμβροσίαις καλύκεσσιν ἄνθεσι ναρκίσσου καλλιρρόου δʼ οια Ἀφροδίτη ὥραις παντοίαις τεθυωμένα εἵματα ἕστο. οὗτος ποιητὴς καὶ τὴν τῶν στεφάνων χρῆσιν εἰδὼς φαίνεται διʼ ὧν λέγει· δὲ σὺν ἀμφιπόλοισι φιλομειδὴς Ἀφροδίτη .... πλεξάμεναι στεφάνους εὐώδεας ἄνθεα γαίης ἂν κεφαλαῖσιν ἔθεντο θεαὶ λιπαροκρήδεμνοι, Νύμφαι καὶ Χάριτες, ἅμα δὲ χρυσῆ Ἀφροδίτη, καλὸν ἀείδουσαι κατʼ ὄρος πολυπιδάκου Ἴδης.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Cypria
Demodamas
Hegesias
Stasinus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License