DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
3

κότταβος δʼ ἐκαλεῖτο καὶ τὸ τιθέμενον ἆθλον τοῖς νικῶσιν ἐν τῷ πότῳ, ὡς Εὐριπίδης παρίστησιν ἐν Οἰνεῖ λέγων οὕτως· πυκνοῖς δʼ ἔβαλλον Βακχίου τοξεύμασιν κάρα γέροντος· τὸν βαλόντα δὲ στέφειν ἐγὼ ʼτετάγμην, ἆθλα κότταβον διδούς. ἐκαλεῖτο δὲ κότταβος καὶ τὸ ἄγγος εἰς ἔβαλλον τὰς λάταγας, ὡς Κρατῖνος ἐν Νεμέσει δείκνυσιν· ὅτι δὲ καὶ χαλκοῦν ἦν, Εὔπολις ἐν Βάπταις λέγει· χαλκῷ περὶ κοττάβῳ. Πλάτων δὲ ἐν Διὶ Κακουμένῳ παιδιᾶς εἶδος παροίνιον τὸν κότταβον εἶναι ἀποδίδωσιν, ἐν ἐξίσταντο καὶ τῶν σκευαρίων οἱ δυσκυβοῦντες. λέγει δʼ οὕτως· πρὸς κότταβον παίζειν, ἕως ἂν σφῷν ἐγὼ τὸ δεῖπνον ἔνδον σκευάσω. ΗΡ. πάνυ βούλομαι· ἀλλανεμος ἐστʼ. Α. ἀλλʼ εἰς θυίαν παιστέον. ΗΡ. φέρε τὴν θυίαν, αἶρʼ ὕδωρ, ποτήρια παράθετε. παίζωμεν δὲ περὶ φιλημάτων. Α. ........... ἀγεννῶς οὐκ ἐῶ παίζειν. τίθημι κοττάβεια σφῷν ἐγὼ τασδί τε τὰς κρηπῖδας, ἃς αὕτη φορεῖ, καὶ τὸν κότυλον τὸν σόν. ΗΡ. βαβαιάξ· οὑτοσὶ μείζων ἀγὼν τῆς Ἰσθμιάδος ἐπέρχεται.
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License