DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
28

ΚΟΣΜΟΣΑΝΔΑΛΩΝ δὲ μνημονεύει Κρατῖνος ἐν Μαλθακοῖς διὰ τούτων· κεφαλὴν ἀνθέμοις ἐρέπτομαι, λειρίοις, ῥόδοις, κρίνεσιν, κοσμοσανδάλοις. Κλέαρχος δʼ ἐν βʹ Βίων ὅρα, φησίν, τοὺς τὸ κοσμοσάνδαλον ἀνείροντας Λακεδαιμονίους, οἳ τὸν παλαιότατον τῆς πολιτικῆς κόσμον συμπατήσαντες ἐξετραχηλίσθησαν. διόπερ καλῶς περὶ αὐτῶν εἴρηκεν κωμῳδιοποιὸς Ἀντιφάνης ἐν Κιθαριστῇ· οὐκ ἐφύσων οἱ Λάκωνες ὡς ἀπόρθητοί ποτε; νῦν δʼ ὁμηρεύουσʼ ἔχοντες πορφυροῦς κεκρυφάλους; Ἱκέσιος δʼ ἐν δευτέρῳ περὶ Ὕλης τὸ ΛΕΥΚΟΙΟΝ φησι μεσότητά τινα ἔχειν ἐν τῷ στύφειν, πολὺ δʼ ἀρίστην εὐωδίαν καὶ δυναμένην τέρπειν, ἀλλὰ πρὸς ὀλίγιστον. τὸ δὲ μέλαν, φησί, τὴν μὲν αὐτὴν θεωρίαν ἔχει, εὐῶδες δʼ ἐστὶ πολὺ μᾶλλον. Ἀπολλόδωρος δὲ ἐν τῷ περὶ Θηρίων φησί· χαμαίπιτυν, οἳ δὲ ὁλόκυρον, οἱ δὲ Ἀθήνησιν ἰωνιάν, οἱ δὲ κατʼ Εὔβοιαν σιδηρῖτιν. Νίκανδρος δʼ ἐν δευτέρῳ Γεωργικῶν τὰ δὲ ἔπη ὀλίγον ὕστερον παραθήσομαι, ὅταν περὶ πάντων τῶν στεφανωματικῶν ἀνθῶν διεξέρχωμαι τὸ ἴον, φησίν, Ἰωνιάδες τινὲς νύμφαι Ἴωνι ἐχαρίσαντο πρώτῳ. τὸν δὲ ΝΑΡΚΙΣΣΟΝ ἐν τῷ ϛʹ περὶ Φυτῶν Ἱστορίας Θεόφραστος καλεῖσθαί φησι καὶ λείριον. εἶθʼ ὑποβὰς ὡς διαλλάσσοντα τίθησιν νάρκισσον καὶ λείριον. Εὔμαχος δʼ Κορκυραῖος ἐν Ῥιζοτομικῷ καὶ ἀκακαλλίδα φησὶ καλεῖσθαι τὸν νάρκισσον καὶ κρόταλον. τοῦ δὲ ἡμεροκαλλοῦς καλουμένου ἄνθους, τὴν μὲν νύκτα μαραίνεται, ἅμα δὲ τῷ ἡλίῳ ἀνατέλλοντι θάλλει, μνημονεύει Κρατῖνος ἐν Μαλθακοῖς λέγων οὕτως· ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ. τῆς δʼ ΕΡΠΥΛΛΟΥ, φησὶ Θεόφραστος, τὴν ἄγριον κομίζοντες ἐκ τῶν ὀρῶν φυτεύουσιν ἐν Σικυῶνι καὶ Ἀθήνησιν ἐκ τοῦ Ὑμηττοῦ. παρʼ ἄλλοις δὲ ὅλα ὄρη πλήρη ἐστὶ τοῦ ἄνθους, καθάπερ ἐν Θρᾴκῃ. Φιλῖνος δέ φησιν αὐτὴν ζυγίδα καλεῖσθαι. περὶ δὲ τῆς ΛΥΧΝΙΔΟΣ λέγων Ἀμερίας Μακεδὼν ἐν τῷ Ῥιζοτομικῷ φησιν ἀναφῦναι αὐτὴν ἐκ τῶν Ἀφροδίτης λουτρῶν, ὅτε Ἡφαίστῳ συγκοιμηθεῖσα Ἀφροδίτη ἐλούσατο. εἶναι δʼ ἀρίστην ἐν Κύπρῳ καὶ Λήμνῳ, ἔτι δὲ Στρογγύλῃ καὶ Ἔρυκι καὶ Κυθήροις. δʼ ΙΡΙΣ, φησὶ Θεόφραστος, ἀνθεῖ τοῦ θέρους μόνη τε τῶν Εὐρωπαίων ἀνθέων εὔοσμος ἐστίν. ἀρίστη δʼ ἐστὶν ἐν Ἰλλυριοῖς τοῖς ἀνῳκισμένοις τῆς θαλάσσης. Φιλῖνος δέ φησι τὰ ἄνθη τῆς ἴριδος λέγεσθαι λύκους διὰ τὸ ἐμφερῆ εἶναι λύκου χείλεσι. Νικόλαος δʼ Δαμασκηνὸς ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν πρὸς ταῖς ἑκατὸν περὶ τὰς Ἄλπεις λίμνην τινά φησιν εἶναι πολλῶν σταδίων οὖσαν, ἧς περὶ τὸν κύκλον πεφυκέναι διʼ ἔτους ἄνθη ἥδιστα καὶ εὐχρούστατα, ὅμοια ταῖς καλουμέναις ΚΑΛΧΑΙΣ. τῶν δὲ καλχῶν μέμνηται καὶ Ἀλκμὰν ἐν τούτοις· χρύσιον ὅρμον ἔχων ῥαδινᾶν πετάλοισι καλχᾶν. μνημονεύει αὐτῶν καὶ Ἐπίχαρμος ἐν Ἀγρωστίνῳ
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License