DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
27

στεφανωματικὰ δὲ ἄνθη καταλέγει Θεόφραστος τάδε· ἴον, Διὸς ἄνθος, ἴφυον, φλόγα, ἡμεροκαλλές. πρῶτόν τε τῶν ἀνθέων ἐκφαίνεσθαί φησιν τὸ λευκόιον, ἅμα δὲ αὐτῷ καὶ τὸ φλόγινον καλούμενον τὸ ἄγριον, ἔπειτα νάρκισσον καὶ λείριον καὶ τῶν ἀγρίων ἀνεμώνης γένος τὸ καλούμενον ὄρειον καὶ τὸ τοῦ βολβοῦ κώδυον. συμπλέκουσι γὰρ καὶ τοῦτʼ ἔνιοι εἰς τοὺς στεφάνους. ἐπὶ τούτοις τε οἰνάνθη καὶ τὸ μέλαν ἴον καὶ τῶν ἀγρίων τε ἑλίχρυσος καὶ τῆς ἀνεμώνης λειμωνία καλουμένη καὶ ξίφιον καὶ ὑάκινθος. τὸ δὲ ῥόδον ὑστερεῖ τούτων καὶ τελευταῖον μὲν φαίνεται, πρῶτον δὲ παύεται. τὰ δὲ θερινὰ μᾶλλον, τε λυχνὶς καὶ τὸ Διὸς ἄνθος καὶ τὸ κρίνον καὶ τὸ ἴφυον καὶ ἀμάρακος Φρύγιος, ἔτι δὲ πόθος καλούμενος. ἐν δὲ τῷ θʹ αὐτὸς Θεόφραστός φησιν· ἐάν τις τοῦ ΕΛΙΧΡΥΣΟΥ τῷ ἄνθει στεφανῶται, εὔκλειαν ἴσχει μύρῳ ῥαίνων. μνημονεύει αὐτοῦ Ἀλκμὰν ἐν τούτοις· καὶ τὶν εὔχομαι φέροισα τόνδʼ ἑλιχρύσω πυλεῶνα κἠράτω κυπαίρω. καὶ Ἴβυκος· μύρτα τε καὶ ἴα καὶ ἑλίχρυσος, μᾶλά τε καὶ ῥόδα καὶ τέρεινα δάφνα. Κρατῖνος δὲ ἐν Μαλθακοῖς φησιν· ἑρπύλλῳ, κρόκοις, ὑακίνθοις, ἑλιχρύσου κλάδοις. ἐστὶ δὲ τὸ ἄνθος ὅμοιον λωτῷ. Θεμισταγόρας δʼ Ἐφέσιος ἐν τῇ ἐπιγραφομένῃ Χρυσέῃ Βύβλῳ ἀπὸ τῆς πρώτης δρεψαμένης νύμφης Ἑλιχρύσης ὄνομα τὸ ἄνθος ὀνομασθῆναι. τὰ δὲ κρίνα φησὶν Θεόφραστος εἶναι καὶ πορφυρανθῆ. Φιλῖνος δὲ τὸ ΚΡΙΝΟΝ ὑφʼ ὧν μὲν λείριον, ὑφʼ ὧν δὲ ἴον καλεῖσθαι. Κορίνθιοι δʼ αὐτὸ ἀμβροσίαν καλοῦσιν, ὥς φησι Νίκανδρος ἐν Γλώσσαις Διοκλῆς δʼ ἐν τῷ περὶ Θανασίμων Φαρμάκων ΑΜΑΡΑΚΟΝ, φησίν, ὃν σάμψουχόν τινες καλοῦσιν.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License