DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
26

ΣΥΝΘΗΜΑΤΙΑΙΟΙ στέφανοι, ἠργολαβημένοι καὶ ἐκδόσιμοι. Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις· πλέξαι στεφάνους συνθηματιαίους εἴκοσιν. ΧΟΡΩΝΟΝ. Ἀπίων ἐν τῷ περὶ τῆς Ῥωμαικῆς Διαλέκτου φησὶν τὸν στέφανον πάλαι χορωνὸν καλούμενον ἀπὸ τοῦ τοὺς χορευτὰς ἐν τοῖς θεάτροις αὐτῷ χρῆσθαι, αὐτούς τε περικειμένους καὶ ἐπὶ τὸν στέφανον ἀγωνιζομένους, καθὼς ἐν τοῖς Σιμωνίδου Ἐπιγράμμασιν ἰδεῖν ἔστιν οὕτως καλουμένου· Φοῖβον, ὃς ἁγεῖται τοῖς Τυνδαρίδῃσιν ἀοιδᾶς, ἁμέτεροι τέττιγες ἐπεστέψαντο χορωνῷ. ΑΚΙΝΙΝΟΙ. στέφανοί τινες καλοῦνται οὕτως οἱ ἐκ τῆς ἀκίνου τοῦ φυτοῦ πλεκόμενοι, ὥς φησιν Ἄνδρων ἱατρός. παρέθετο δʼ αὐτοῦ τὴν λέξιν Παρθένιος τοῦ Διονυσίου ἐν τῷ πρώτῳ τῶν παρὰ τοῖς ἱστορικοῖς Λέξεων
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License