DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
24

ἀποροῦντος δʼ αὐτοῦ ἐπὶ ἕτερον, φησί, στέφανον μεταβήσομαι, Οὐλπιανός, τὸν ΣΤΡΟΥΘΙΝΟΝ καλούμενον, οὗ μέμνηται μὲν Ἀσκληπιάδης παρατιθέμενος τὰ ἐκ τῶν Εὐβούλου Στεφανοπωλίδων ταῦτα· μάκαρ, ἥτις ἔχουσʼ ἐνὶ δωματίῳ στρουθίον ἀεροφόρητον λεπτότατον περὶ σῶμα συνίλλεται τε ἡδυπότατον περὶ νυμφίον εὔτριχα, Κισσὸς ὅπως Καλάμῳ περιφύεται αὐξόμενος ἔαρος ὀλολυγόνος ἔρωτι κατατετηκώς. πλέκεται δʼ οὗτος ἐκ τοῦ στρουθίου καλουμένου ἄνθους, οὗ μνημονεύει Θεόφραστος ἐν ἕκτῳ Φυτικῆς Ἱστορίας ἐν τούτοις· ἀνθεῖ δὲ καὶ ἶρις τοῦ θέρους καὶ τὸ στρούθιον καλούμενον, τῇ μὲν ὄψει καλὸν ἄνθος, ἄοσμον δέ. Γαλήνη δʼ Σμυρναία στρουθιον αὐτὸν ὀνομάζει. ΠΟΘΟΣ. οὕτως τις στέφανος ὀνομάζεται, ὡς Νίκανδρός φησιν Κολοφώνιος ἐν Γλώσσαις· καὶ ἴσως ἀπὸ τοῦ οὕτω καλουμένου πόθου ἄνθους πλεκόμενος, οὗ μνημονεύει αὐτὸς Θεόφραστος ἐν τῷ ἕκτῳ τῶν Φυτικῶν γράφων ὧδε· τὰ δὲ θερινὰ μᾶλλον, τε λυχνὶς καὶ τὸ Διὸς ἄνθος καὶ τὸ κρίνον καὶ τὸ ἴφυον καὶ ἀμάρακος Φρύγιος, ἔτι δὲ πόθος καλούμενος. οὗτος δέ ἐστι διττός, μὲν ἔχων τὸ ἄνθος ὅμοιον ὑακίνθῳ, δʼ ἕτερος ἄχρως, ἔκλευκος, χρῶνται πρὸς τοὺς τάφους. καταλέγει δὲ Εὔβουλος καὶ ἄλλους στεφάνους· Αἰγίδιον, σὺ δὲ τόνδε φορήσεις στέφανον πολυποίκιλον ἀνθέων, γρυπότατον, χαριέστατον, Ζεῦ· τίς γὰρ αὐτὸν ἔχουσα φιλήσει. κἀν τοῖς ἑξῆς τάδε φησί· στεφάνους ἴσως βούλεσθε· πότερʼ ἑρπυλλίνους μυρτίνους τῶν διηνθημένων; Β. τῶν μυρτίνων βουλόμεθα τουτωνί· σὺ δὲ τά γʼ ἄλλα πώλει πάντα πλὴν τῶν μυρτίνων.
Kaibel Dialogi Personae
CYNVLCVS
VLPIANVS
Meineke Index Scriptorum
Eubulus
Galena
Theophrastus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License