DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
23

εὑρίσκω δὲ καὶ παρὰ τοῖς κωμικοῖς ΚΥΛΙΣΤΟΝ τινα καλούμενον στέφανον καὶ μνημονεύοντα αὐτοῦ Ἄρχιππον ἐν Ῥίνωνι διὰ τούτων· ἀθῷος ἀποδοὺς θοἰμάτιον ἀπέρχεται, στέφανον ἔχων τῶν ἐκκυλίστων οἴκαδε. Ἄλεξις δʼ ἐν μὲν Ἀγωνίδι Ἱππίσκῳ· τρίτος οὗτος δʼ ἔχει σύκων κυλιστὸν στέφανον. ἀλλʼ ἔχαιρε καὶ ζῶν τοῖς τοιούτοις. ἐν δὲ τῷ Σκίρωνί φησι· ὥσπερ κυλιστὸς στέφανος αἰωρούμενος. μνημονεύει δʼ αὐτοῦ καὶ Ἀντιφάνης ἐν Ἑαυτοῦ Ἐρῶντι, Εὔβουλος δʼ ἐν Οἰνομάῳ Πέλοπι· περιφοραῖς κυκλούμενος ὥσπερ κυλιστὸς στέφανος. τίς οὖν οὗτος κυλιστός; οἶδα γὰρ τὸν Θυατειρηνὸν Νίκανδρον ἐν τοῖς Ἀττικοῖς Ὀνόμασι λέγοντα τάδε· ἐκκύλιστοι στέφανοι καὶ μάλιστα οἱ ἐκ ῥόδων. καὶ τὸ εἶδος ὁποῖον ζητῶ, Κύνουλκε. καὶ μή μοι εἴπῃς ὅτι δεῖ τοὺς ἁδροὺς ἀκούειν. σὺ γὰρ εἶ τὰ ἐν τοῖς βιβλίοις ἀπόρρητα οὐ μόνον ἐκλέγων ἀλλὰ καὶ ἐξορύττων, καθάπερ οἱ παρὰ Βάτωνι τῷ κωμῳδιοποιῷ ἐν Συνεξαπατῶντι φιλόσοφοι, περὶ ὧν καὶ Σοφοκλῆς Συνδείπνῳ φησίν, οὖσί σοι παραπλησίοις· οὔτοι γένειον ὧδε χρὴ διηλιφὲς φοροῦντα κἀντίπαιδα καὶ γένει μέγαν γαστρὸς καλεῖσθαι παῖδα, τοῦ πατρὸς παρόν. ἐπειδὴ οὖν ἤδη καὶ σὺ πεπλήρωσαι οὐ μόνον τῶν τοῦ γλαύκου κρανίων ἀλλὰ καὶ τῆς ἀειζώου βοτάνης, ἧς Ἀνθηδόνιος ἐκεῖνος δαίμων ἐμφορηθεὶς ἀθάνατος πάλιν ητις γέγονε, λέγε ἡμῖν περὶ τοῦ προκειμένου, ἵνα μὴ κατὰ τὸν θεῖον Πλάτωνα ὑπολάβωμέν σε ἀποθανόντα μεταμορφωθῆναι ἐν τῷ περὶ Ψυχῆς· τοὺς μὲν γὰρ τὰς γαστριμαργίας τε καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διευλαβουμένους εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν τοιούτων θηρίων εἰκὸς ἐνδύεσθαι.
Kaibel Dialogi Personae
VLPIANVS

CYNVLCVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License