DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
22

ΠΥΛΕΩΝ. οὕτως καλεῖται στέφανος ὃν τῇ Ἥρᾳ περιτιθέασιν Λάκωνες, ὥς φησιν Πάμφιλος. ἀλλὰ μὴν καὶ ΙΑΚΧΑΝ τινὰ καλούμενον οἶδα στέφανον ὑπὸ Σικυωνίων, ὥς φησι Τιμαχίδας ἐν ταῖς Γλώσσαις. Φιλητᾶς δʼ οὕτως γράφει· Ἰάκχα, ἐν τῇ Σικυωνίᾳ στεφάνωμα εὐῶδες· ἕστηκʼ ἀμφὶ κόμας εὐώδεας ἀγχόθι πατρὸς καλὸν Ἰακχαῖον θηκαμένη στέφανον. Σέλευκος δʼ ἐν ταῖς Γλώσσαις ΕΛΛΩΤΙΔΑ καλεῖσθαί φησι τὸν ἐκ μυρρίνης πλεκόμενον στέφανον, ὄντα τὴν περίμετρον πηχῶν κʹ, πομπεύειν τε ἐν τῇ τῶν Ἑλλωτίων ἑορτῇ. φασὶ δʼ ἐν αὐτῷ τὰ τῆς Εὐρώπης ὀστᾶ κομίζεσθαι, ἣν ἐκάλουν Ἑλλωτίδα. ἄγεσθαι δὲ καὶ ἐν Κορίνθῳ τὰ Ἑλλώτια. ΘΥΡΕΑΤΙΚΟΙ. οὕτω καλοῦνταί τινες στέφανοι παρὰ Λακεδαιμονίοις, ὥς φησι Σωσίβιος ἐν τοῖς περὶ Θυσιῶν, ψιλίνους αὐτοὺς φάσκων νῦν ὀνομάζεσθαι, ὄντας ἐκ φοινίκων. φέρειν δʼ αὐτοὺς ὑπόμνημα τῆς ἐν Θυρέᾳ γενομένης νίκης τοὺς προστάτας τῶν ἀγομένων χορῶν ἐν τῇ ἑορτῇ ταύτῃ, ὅτε καὶ τὰς Γυμνοπαιδιὰς ἐπιτελοῦσιν. χοροὶ δʼ εἰσὶν τὸ μὲν πρόσω παίδων ..... τὸ δʼ ἐξ ἀρίστου ἀνδρῶν, γυμνῶν ὀρχουμένων καὶ ᾀδόντων Θαλητᾶ καὶ Ἀλκμᾶνος ᾄσματα καὶ τοὺς Διονυσοδότου τοῦ Λάκωνος παιᾶνας. ΜΕΛΙΛΩΤΙΝΩΝ δὲ στεφάνων μνημονεύει Ἄλεξις ἐν Κρατείᾳ Φαρμακοπώλῃ οὕτως· στεφάνους τε πολλοὺς κρεμαμένους μελιλωτίνους. ΕΠΙΘΥΜΙΣ. Σέλευκός φησι τὰ πάντα στεφανώματα. Τιμαχίδας δέ φησιν τὰ παντοδαπὰ στεφανώματα τὰς γυναῖκας φορεῖν οὕτως καλεῖσθαι. ΥΠΟΘΥΜΙΣ δὲ καὶ ὑποθυμίδες στέφανοι παρʼ Αἰολεῦσιν καὶ Ἴωσιν, οὓς περὶ τοὺς τραχήλους περιετίθεντο, ὡς σαφῶς ἔστιν μαθεῖν ἐκ τῆς Ἀλκαίου καὶ Ἀνακρέοντος ποιήσεως Φιλητᾶς δʼ ἐν τοῖς Ἀτάκτοις ὑποθυμίδα Λεσβίους φησὶν καλεῖν μυρσίνης κλῶνα, περὶ ὃν πλέκειν ἴα καὶ ἄλλα ἄνθη. καὶ ὑπογλωττὶς δὲ στεφάνου ἐστὶν εἶδος. Θεόδωρος δʼ ἐν Ἀττικαῖς Γλώσσαις στεφάνων πλοκῆς γένος παρὰ Πλάτωνι ἐν Διὶ Κακουμένῳ
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License