DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
21

ἐπεὶ δὲ Ἀλεξανδρείας ἐμνημόνευσα, οἶδά τινα ἐν τῇ καλῇ ταύτῃ πόλει καλούμενον στέφανον ΑΝΤΙΝΟΕΙΟΝ γινόμενον ἐκ τοῦ αὐτόθι καλουμένου λωτοῦ. φύεται δʼ οὗτος ἐν λίμναις θέρους ὥρᾳ, καὶ εἰσὶν αὐτοῦ χροιαὶ δύο, μὲν τῷ ῥόδῳ ἐοικυῖα· ἐκ τούτου δὲ πλεκόμενος στέφανος κυρίως Ἀντινόειος καλεῖται· δὲ ἕτερος λώτινος ὀνομάζεται, κυανέαν ἔχων τὴν χροιάν. καὶ Παγκράτης τις τῶν ἐπιχωρίων ποιητής, ὃν καὶ ἡμεῖς ἔγνωμεν, Ἀδριανῷ τῷ αὐτοκράτορι ἐπιδημήσαντι τῇ Ἀλεξανδρείᾳ μετὰ πολλῆς τερατείας ἐπέδειξεν τὸν ῥοδίζοντα λωτόν, φάσκων αὐτὸν δεῖν καλεῖν Ἀντινόειον, ἀναπεμφθέντα ὑπὸ τῆς γῆς ὅτε τὸ αἷμα ἐδέξατο τοῦ Μαυρουσίου λέοντος, ὃν κατὰ τὴν πλησίον τῇ Ἀλεξανδρείᾳ Λιβύην ἐν κυνηγίῳ καταβεβλήκει Ἀδριανός, μέγα χρῆμα ὄντα καὶ πολλῷ χρόνῳ κατανεμηθέντα πᾶσαν τὴν Λιβύην, ἧς καὶ πολλὰ ἀοίκητα ἐπεποιήκει οὗτος λέων. ἡσθεὶς οὖν ἐπὶ τῇ τῆς ἐννοίας εὑρέσει καὶ καινότητι τὴν ἐν Μουσῶν αὐτῷ σίτησιν ἔχειν ἐχαρίσατο. καὶ Κρατῖνος δʼ κωμῳδιοποιὸς ἐν Ὀδυσσεῦσι κέκληκεν τὸν λωτὸν στεφάνωμα διὰ τὸ πάντα τὰ φυλλώδη ὑπὸ τῶν Ἀθηναίων στεφανώματα λέγεσθαι. δὲ Παγκράτης ἐν τῷ ποιήματι οὐκ ἀγλαφύρως εἴρηκεν· οὔλην ἕρπυλλον, λευκὸν κρίνον ἠδʼ ὑάκινθον πορφυρέην γλαυκοῦ τε χελιδονίοιο πέτηλα καὶ ῥόδον εἰαρινοῖσιν ἀνοιγόμενον ζεφύροισιν· οὔπω γὰρ φύεν ἄνθος ἐπώνυμον Ἀντινόοιο.
Kaibel Index Scriptorum
CRATINVS
PANCRATES

CALLIXINVS
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License