DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
19

ἔτι τούτων λεγομένων ἐπεισῆλθον παῖδες στεφάνους φέροντες τῶν ἀκμαζόντων κατὰ τοὺς καιρούς. καὶ Μυρτίλος λέγε, καλέ, εἶπεν, Οὐλπιανέ, στεφάνων ὀνόματα. οἱ γὰρ παῖδες κατὰ τὸν Χαιρήμονος Κένταυρον· στεφάνους ἑτοιμάζουσιν, οὓς εὐφημίας κήρυκας εὐχαῖς προὐβάλοντο δαιμόνων. καὶ ἐν τῷ Διονύσῳ δὲ αὐτὸς ἔφη ποιητής· στεφάνους τεμόντες, ἀγγέλους εὐφημίας. σὺ δὲ μὴ τὰ ἐκ τῶν ἐπιγραφομένων Αἰλίου Ἀσκληπιάδου Στεφάνων φέρε ἡμῖν ὡς ἀνηκόοις αὐτῶν, ἀλλʼ ἄλλο τι παρʼ ἐκεῖνα λέγε. δεῖξαι γὰρ οὐκ ἔχεις ὅτι διαλελυμένως τις εἴρηκε ῥόδων στέφανον καὶ ἴων στέφανον· τὸ γὰρ παρὰ Κρατίνῳ κατὰ παιδιὰν εἴρηται· ναρκισσίνους ὀλίσβους. καὶ ὃς γελάσας πρῶτον ἐν τοῖς Ἕλλησι στέφανος ὠνομάσθη, ὥς φησι Σῆμος Δήλιος ἐν δʹ Δηλιάδος, τὸ παρὰ μὲν ἡμῖν στέφος, παρὰ δέ τισι στέμμα προσαγορευόμενον, διὸ καὶ τούτῳ πρώτῳ στεφανωσάμενοι δεύτερον περιτιθέμεθα τὸν δάφνινον. κέκληται δὲ στέφανος ἀπὸ τοῦ στέφειν. σὺ δὲ οἴει με, ἔφη, Θετταλὲ ποικιλόμυθε, τῶν κοινῶν τούτων καὶ κατημαξευμένων ἐρεῖν τι; διὰ δὲ τὴν σὴν γλῶσσαν τῆς ΥΠΟΓΛΩΤΤΙΔΟΣ μνησθήσομαι, ἧς Πλάτων ἐμνήσθη ἐν Διὶ Κακουμένῳ· καίτοι φορεῖτε γλῶσσαν ἐν ὑποδήμασι, στεφανοῦσθʼ ὑπογλωττίσιν, ὅταν πίνητέ που· κἂν καλλιερῆτε, γλῶτταν ἀγαθὴν πέμπετε. Θεόδωρος δʼ ἐν ταῖς Ἀττικαῖς Φωναῖς, ὥς φησιν Πάμφιλος ἐν τοῖς περὶ Ὀνομάτων, πλοκῆς στεφάνων γένος τι τὴν ὑπογλωττίδα ἀποδίδωσιν. λαβὲ οὖν καὶ παρʼ ἐμοῦ κατὰ τὸν Εὐριπίδην· ἐκ παντὸς (γὰρ) ἄν τις πράγματος δισσῶν λόγων ἀγῶνα θεῖτʼ ἄν, εἰ λέγειν εἴη σοφός.
Kaibel Dialogi Personae
MYRTILVS
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License