DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
14

μνημονεύειν δʼ ἔοικεν ἐπὶ ποσόν τι τῆς κατὰ τὴν λύγον στεφανώσεως καὶ Νικαίνετος ἐποποιὸς ἐν τοῖς Ἐπιγράμμασιν, ποιητὴς ὑπάρχων ἐπιχώριος καὶ τὴν ἐπιχώριον ἱστορίαν ἠγαπηκὼς ἐν πλείοσιν. λέγει δʼ οὕτως· οὐκ ἐθέλω, Φιλόθηρε, κατὰ πτόλιν, ἀλλὰ παρʼ Ἥρῃ δαίνυσθαι ζεφύρου πνεύμασι τερπόμενος. ἀρκεῖ μοι λιτὴ μὲν ὑπὸ πλευροῖσι χαμευνάς, ἐγγύθι πὰρ προμάλου δέμνιον ἐνδαπίης, καὶ λύγος, ἀρχαῖον Καρῶν στέφος. ἀλλὰ φερέσθω οἶνος καὶ Μουσῶν χαρίεσσα λύρη, θυμῆρες πίνοντες ὅπως Διὸς εὐκλέα νύμφην μέλπωμεν, νήσου δεσπότιν ἡμετέρης. ἐν τούτοις γὰρ ἀμφιβόλως εἰρηκὼς Νικαίνετος πότερον στρωμνῆς ἕνεκεν στεφανώσεως ἀρκεῖται τῇ λύγῳ, τῷ δὲ λέγειν αὐτὴν τῶν Καρῶν ἀρχαῖον στέφος πρόδηλον καθίστησι τὸ ζητούμενον. συνέβη δὲ τὴν τῆς λύγου στεφάνωσιν καὶ μέχρι τῶν κατὰ Πολυκράτην χρόνων, ὡς ἄν τις εἰκάσειε, τῇ νήσῳ συνηθεστέραν ὑπάρχειν. γοῦν Ἀνακρέων φησίν· Μεγίστης φιλόφρων δέκα δὴ μῆνες ἐπειδὴ στεφανοῦταί τε λύγῳ καὶ τρύγα πίνει μελιηδέα.
Kaibel Index Scriptorum
MENODOTVS
NICAENETVS

ANACREO
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Hephaestion
Menodotus
Nicaenetus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License