DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
13

ἱστορεῖται δʼ ὑπʼ αὐτὸν ἐκεῖνον τὸν χρόνον τῶν Καρῶν δεισιδαιμονίᾳ περισχεθέντων ἐπὶ τὸ μαντεῖον τοῦ θεοῦ παραγενομένων εἰς Ὕβλαν καὶ πυνθανομένων περὶ τῶν ἀπηντημένων, θεσπίσαι τὸν Ἀπόλλωνα ποινὴν αὐτοὺς ἀποδοῦναι τῇ θεῷ διʼ ἑαυτῶν ἑκούσιον καὶ χωρὶς δυσχεροῦς συμφορᾶς, ἣν ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀφώρισεν Ζεὺς τῷ Προμηθεῖ χάριν τῆς κλοπῆς τοῦ πυρός, λύσας αὐτὸν ἐκ τῶν χαλεπωτάτων δεσμῶν· καὶ τίσιν ἑκούσιον ἐν ἀλυπίᾳ κειμένην δοῦναι θελήσαντος, ταύτην ἐκείνῳ ἐπιτάξαι τὸν καθηγούμενον τῶν θεῶν. ὅθεν αὐτίκα τὸν δεδηλωμένον στέφανον τῷ Προμηθεῖ περιγενέσθαι καὶ μετʼ οὐ πολὺ τοῖς εὐεργετηθεῖσιν ἀνθρώποις ὑπʼ αὐτοῦ κατὰ τὴν τοῦ πυρὸς δωρεάν. διόπερ καὶ τοῖς Καρσὶ κατὰ τὸ παραπλήσιον θεὸς παρεκελεύσατο στεφανώματι χρωμένοις τῇ λύγῳ καταδεῖν τὴν ἑαυτῶν κεφαλὴν τοῖς κλάδοις οἷς αὐτοὶ κατέλαβον τὴν θεόν. καταλῦσαι δὲ καὶ τἄλλα γένη τῶν στεφάνων ἐπέταξε χωρὶς τῆς δάφνης· τὴν δʼ αὐτὸς ἔφη τοῖς τὴν θεὸν θεραπεύουσι μόνοις ἀπονέμειν δῶρον. τοῖς τε χρησθεῖσιν ἐκ τῆς μαντείας κατακολουθήσαντας αὐτοὺς ἀβλαβεῖς ἔσεσθαι καὶ δίκην ἐν εὐωχίαις ἀποδιδόντας τῇ θεῷ τὴν προσήκουσαν. ὅθεν τοὺς Κᾶρας ὑπακοῦσαι βουλομένους τοῖς ἐκ τοῦ χρηστηρίου καταλῦσαι τὰς ἔμπροσθεν εἰθισμένας στεφανώσεις αὐτούς τε κατὰ πλῆθος χρῆσθαι μὲν τῇ λύγῳ, τοῖς δὲ θεραπεύουσιν τὴν θεὸν ἐπιτρέψαι φορεῖν τὸν καὶ νῦν ἔτι διαμένοντα τῆς δάφνης στέφανον.
Kaibel Index Scriptorum
MENODOTVS

NICAENETVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Nicaenetus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License