DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
11

ταῦτʼ εἰπόντος τοῦ Δημοκρίτου Οὐλπιανὸς ἀποβλέψας πρὸς τὸν Κύνουλκον οἵῳ μʼ δαίμων, ἔφη, φιλοσόφῳ συνῴκισεν· κατὰ τὸ Θεογνήτου τοῦ κωμῳδιοποιοῦ Φάσμα ἐπαρίστερʼ ἔμαθες, πόνηρε, γράμματα· ἀνέστροφέν σου τὸν βίον τὰ βιβλία· πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν, οἷς οὐθέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων. πόθεν γάρ σοι καὶ τῶν συρβηνέων ἐπῆλθεν χορός; τίς τῶν ἀξίων λόγου μέμνηται τοῦ μουσικοῦ τούτου χοροῦ; καὶ ὃς οὐ πρότερον, ἔφη, οὗτος, διδάξω σε, πρὶν ἂν τὸν ἄξιον παρὰ σοῦ λάβω μισθόν. οὐ γὰρ ἐγὼ τὰς ἐκ τῶν βιβλίων ἀκάνθας ὥσπερ σὺ ἀναγινώσκων ἐκλέγω, ἀλλὰ τὰ χρησιμώτατα καὶ ἀκοῆς ἄξια. ἐπὶ τούτοις Οὐλπιανὸς δυσχεράνας ἀνεβόησεν τὰ ἐξ Ὕπνου Ἀλέξιδος· οὐδʼ ἐν Τριβαλλοῖς ταῦτά γʼ ἐστὶν ἔννομα· οὗ φασι τὸν θύοντα τοῖς κεκλημένοις δείξαντα δεῖν τὸ δεῖπνον εἰς τὴν αὔριον πωλεῖν ἀδείπνοις παρέθηκʼ αὐτοῖς ἰδεῖν. τὰ αὐτὰ ἰαμβεῖα φέρεται καὶ παρὰ Ἀντιφάνει ἐν Ὕπνῳ καὶ Κύνουλκος· ἐπεὶ περὶ στεφάνων ζητήσεις ἤδη γεγόνασιν, εἰπὲ ἡμῖν τίς ἐστιν παρὰ τῷ χαρίεντι Ἀνακρέοντι Ναυκρατίτης στέφανος, Οὐλπιανέ. φησὶν γὰρ οὕτως μελιχρὸς ποιητής· στεφάνους δʼ ἀνὴρ τρεῖς ἕκαστος εἶχεν, τοὺς μὲν ῥοδίνους, τὸν δὲ Ναυκρατίτην. καὶ διὰ τί παρὰ τῷ αὐτῷ ποιητῇ λύγῳ τινὲς στεφανοῦνται; φησὶν γὰρ ἐν τῷ δευτέρῳ τῶν Μελῶν· Μεγίστης δʼ φιλόφρων δέκα δὴ μῆνες ἐπείτε στεφανοῦταί τε λύγῳ καὶ τρύγα πίνει μελιηδέα. γὰρ τῆς λύγου στέφανος ἄτοπος· πρὸς δεσμοὺς γὰρ καὶ πλέγματα λύγος ἐπιτήδειος. εἰπὲ οὖν ἡμῖν τι περὶ τούτων ζητήσεως ἀξίων ὄντων καὶ μὴ ὀνόματα θήρα, φιλότης.
Kaibel Index Scriptorum
ALEXIS
ANACREO
ANTIPHANES

Kaibel Dialogi Personae
CYNVLCVS
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License