DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
10

ἀλλὰ μὴν καὶ ἱερώτατος Πλάτων ἐν ἑβδόμῳ Νόμων πρόβλημά τι προβάλλει στεφανωτικόν, ὅπερ ἄξιόν ἐστιν ἐπιλύσασθαι, οὕτως λέγοντος τοῦ φιλοσόφου· μήλων τέ τινων διανομαὶ καὶ στεφάνων πλείοσιν ἅμα καὶ ἐλάττοσιν ἁρμοττόντων τῶν ἀριθμῶν τῶν αὐτῶν. μὲν Πλάτων οὕτως εἶπεν. ἐστὶν δʼ λέγει τοιοῦτον· ἕνα βούλεσθαι ἀριθμὸν εὑρεῖν, ἕως τοῦ τελευταίου εἰσελθόντος ἐξ ἴσου πάντες ἕξουσιν ἤτοι μῆλα στεφάνους. φημὶ οὖν τὸν τῶν ἑξήκοντα ἀριθμὸν εἰς ἓξ συμπότας δύνασθαι τὴν ἰσότητα πληροῦν. οἶδα γὰρ ὅτι κατʼ ἀρχὰς ἐλέγομεν μὴ συνδειπνεῖν τῶν πέντε γε πλείους· ὅτι δʼ ἡμεῖς ψαμμακόσιοι ἐσμὲν δῆλον. οὖν τῶν ἑξήκοντα ἀριθμὸς εἰς ἓξ συμπληρωθέντος τοῦ συμποσίου ἀρκέσει οὕτως. εἰσῆλθεν εἰς τὸ συμπόσιον πρῶτος καὶ ἔλαβεν στεφάνους ἑξήκοντα· ἐπεισελθόντι τῷ δευτέρῳ δίδωσιν τοὺς ἡμίσεις καὶ ἑκατέρῳ γίνονται τριάκοντα· καὶ τρίτῳ ἐπεισελθόντι συνδιαιρούμενοι τοὺς πάντας ἐξ εἴκοσιν ἔχουσι, τετάρτῳ πάλιν ὁμοίως κοινωνήσαντες ἐκ δεκαπέντε γίνονται, πέμπτῳ δὲ ἐκ δώδεκα καὶ τῷ ἕκτῳ ἐκ δέκα. καὶ οὕτως ἰσότης ἀναπληροῦται τῶν στεφάνων.
Kaibel Index Scriptorum
LYCOPHRONIDES
PLATO
Kaibel Dialogi Personae
VLPIANVS
Meineke Index Scriptorum
Clearchus
Plato
Theognetus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License