DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
1

Εἴ μοι τὸ Νεστόρειον εὔγλωσσον μέλος Ἀντήνορός τε τοῦ Φρυγὸς δοίη θεός, κατὰ τὸν πάνσοφον Εὐριπίδην, ἑταῖρε Τιμόκρατες, οὐκ ἂν δυναίμην ἀπομνημονεύειν ἔτι σοι τῶν πολλάκις λεχθέντων ἐν τοῖς περισπουδάστοις τούτοις συμποσίοις διά τε τὴν ποικιλίαν καὶ τὴν ὁμοιότητα τῶν ἀεὶ καινῶς προσευρισκομένων. καὶ γὰρ καὶ περὶ τάξεως τῶν περιφορῶν πολλάκις ἐλέχθη καὶ περὶ τῶν μετὰ τὸ δεῖπνον ἐπιτελουμένων, ἅπερ καὶ μόλις ἀναπεμπάζομαι, εἰπόντος τινὸς τῶν ἑταίρων τὰ ἐκ τῶν Λακώνων Πλάτωνος ἰαμβεῖα· ἅνδρες δεδειπνήκασιν ἤδη; Β. σχεδὸν ἅπαντες. Α. εὖ γε· τί οὐ τρέχων σὺ τὰς τραπέζας ἐκφέρεις; ἐγὼ δὲ λίτρον παραχέων ἔρχομαι. Β. κἀγὼ δὲ παρακορήσων. σπονδὰς δʼ ἔπειτα παραχέας τὸν κότταβον παροίσω· τῇ παιδὶ τοὺς αὐλοὺς ἐχρῆν ἤδη πρὸ χειρὸς εἶναι καὶ προαναφυσᾶν. τὸ μύρον ἤδη παράχεον βαδίζων Αἰγύπτιον κᾆτʼ ἴρινον· στέφανον δʼ ἔπειθʼ ἑκάστῳ δώσω φέρων τῶν ξυμποτῶν. νεοκρᾶτά τις ποιείτω. Α. καὶ δὴ κέκραται. Β. τὸν λιβανωτὸν ἐπιτιθεὶς εἶπε ... σπονδὴ μὲν ἤδη γέγονε καὶ πίνοντές εἰσι πόρρω· καὶ σκόλιον ᾖσται, κότταβος δʼ ἐξοίχεται θύραζε. αὐλοὺς δʼ ἔχουσά τις κορίσκη Καρικὸν μέλος τι μελίζεται τοῖς συμπόταις· κἄλλην τρίγωνον εἶδον ἔχουσαν, εἶτʼ ᾖδεν πρὸς αὐτὸ μέλος Ἰωνικόν τι.
Kaibel Index Scriptorum
EVRIPIDES
PLATO

Kaibel Dialogi Personae
TIMOCRATI

Meineke Index Scriptorum
Euripides
Plato

Alignment

 

Digital Athenaeus Project     Creative Commons License