DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
9

περὶ δὲ τῆς αὐλῶν πρὸς λύραν κοινωνίας, ἐπεὶ πολλάκις καὶ αὐτὴ ἡμᾶς συναυλία ἔθελγεν, Ἔφιππος ἐν Ἐμπολῇ φησιν· κοινωνεῖ γὰρ, μειρακίδιον, ʼν τοῖσιν αὐλοῖς μουσικὴ κἀν τῇ λύρᾳ τοῖς ἡμετέροισι παιγνίοις. ὅταν γὰρ εὖ συναρμόσωσι τοῖς συνοῦσι τὸν τρόπον, τόθʼ μεγίστη τέρψις ἐξευρίσκεται. τὴν δὲ συναυλίαν τί ποτʼ ἐστὶν ἐμφανίζει. Σῆμος Δήλιος ἐν εʹ Δηλιάδος γράφων οὕτως· ἀγνοουμένης δὲ παρὰ πολλοῖς τῆς συναυλίας, λεκτέον. ἦν τις ἀγὼν συμφωνίας ἀμοιβαῖος αὐλοῦ καὶ ῥυθμοῦ, χωρὶς λόγου τοῦ προσμελῳδοῦντος. ἀστείως δὲ αὐτὴν Ἀντιφάνης φανερὰν ποιεῖ ἐν τῷ Αὐλητῇ λέγων· ποίαν, φράσον γάρ, ηδε τὴν συναυλίαν ταύτην ἐπίσταται γὰρ ἀλλʼ ηὔλουν ἔτι μαθόντες ὥστε τοὺς αὐλοὺς σύ τε αυτητελετηψεθειθαμεν συντυγχάνεις αὐλῶν πέραινε. δέξεται δὲ τἄλλα σοι ἡδύ τι κοινόν ἐστιν οὗ χωρὶς πάλιν συννεύματʼ, οὐ προβλήμαθοις σημαίνεται ἕκαστα. Λίβυν δὲ τὸν αὐλὸν προσαγορεύουσιν οἱ ποιηταί, φησὶ Δοῦρις ἐν βʹ τῶν περὶ Ἀγαθοκλέα, ἐπειδὴ Σειρίτης δοκεῖ πρῶτος εὑρεῖν τὴν αὐλητικήν, Λίβυς ὢν τῶν Νομάδων, ὃς καὶ κατηύλησεν τὰ μητρῷα πρῶτος. αὐλήσεων δʼ εἰσὶν ὀνομασίαι, ὥς φησι Τρύφων ἐν δευτέρῳ Ὀνομασιῶν, αἵδε· κῶμος, βουκολισμός, γίγγρας, τετράκωμος, ἐπίφαλλος, χορεῖος, καλλίνικος, πολεμικόν, ἡδύκωμος, σικιννοτύρβη, θυροκοπικόν (τὸ δʼ αὐτὸ καὶ κρουσίθυρον), κνισμός, μόθων. ταῦτα δὲ πάντα μετʼ ὀρχήσεως ηὐλεῖτο.
Kaibel Dialogi Personae
ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License