DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
85

ὅτι δὲ ὕστατον καὶ ἐπὶ πᾶσιν εἰσεφέρετο Νικόστρατός φησιν ἐν Ἀπελαυνομένῳ. μάγειρος δʼ ἐστὶν διηγούμενος ὡς λαμπρὰν καὶ εὔτακτον παρεσκεύασεν εὐωχίαν· προδιηγησάμενός τε οἷον ἦν τὸ ἄριστον καὶ τὸ δεῖπνον καὶ τρίτης μνησθεὶς παραθέσεως ἐπιφέρει· εὖ γʼ, ἄνδρες, εὖ σφόδρʼ· ἀλλὰ μὴν τῇ ματτύῃ οὕτω διαθήσω τὰ μετὰ ταῦθʼ ὥστʼ οἴομαι οὐδʼ αὐτὸν ἡμῖν τοῦτον ἀντερεῖν ἔτι. καὶ ἐν Μαγείρῳ· θρῖον δὲ καὶ κάνδαυλον τούτων τι τῶν εἰς ματτύην οὐδέτερος εἶδε πώποτε. ἄλλος δέ τίς φησιν· περιφέρειν ματτύην καὶ ποδάριον καὶ γαστρίον τακερόν τι καὶ μήτρας ἴσως. Διονύσιος δʼ ἐν Ἀκοντιζομένῳ· μάγειρος δʼ ἐστὶν λέγων· ὥστʼ ἐνίοτʼ ἂν τούτοισι ποιῶν ματτύην σπεύδων ἅμʼ εἰσήνεγκα διαμαρτὼν μίαν ἄκων περιφορὰν τῶν νεκρῶν ὡς τὸν νεκρόν. Φιλήμων ἐν Πτωχῇ· ἐξὸν ἀποσάττεσθαι δʼ ὅλην τὴν ἡμέραν, ποιοῦντα καὶ διδόντα ματτύας ἐκεῖ. Μόλπις δʼ Λάκων τὰ παρὰ τοῖς Σπαρτιάταις ἐπαίκλεια, σημαίνει τὰς ἐπιδειπνίδας, ματτύας φησὶ λέγεσθαι παρὰ τοῖς ἄλλοις δὲ κυνικὸς Μένιππος ἐν τῷ ἐπιγραφομένῳ Ἀρκεσιλάῳ γράφει οὕτως· πότος ἦν ἐπικωμασάντων τινῶν καὶ ματτύην ἐκέλευσεν εἰσφέρειν Λάκαινάν τις· καὶ εὐθέως περιεφέρετο περδίκεια ὀλίγα καὶ χήνεια ὀπτὰ καὶ τρύφη πλακούντων. τὸ δὲ τοιοῦτον δεῖπνον οἱ μὲν Ἀττικοὶ προσηγόρευον ἐπιδόρπισμα, οἱ δὲ Δωριεῖς ἐπάικλον, τῶν δʼ ἄλλων Ἑλλήνων οἱ πλεῖστοι ἐπιδειπνίδα. τοσούτων καὶ περὶ τῆς ματτύης λεχθέντων ἔδοξεν ἀπιέναι· καὶ γὰρ ἑσπέρα ἦν ἤδη. διελύθημεν οὖν οὕτως.
Kaibel Dialogi Personae
AEMILIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License