DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
84

καὶ Ἀρτεμίδωρος ἐν ταῖς Ὀψαρτυτικαῖς Γλώσσαις τὴν ματτύην ἀποφαίνει κοινὸν εἶναι πάντων ὄνομα τῶν πολυτελῶν ἐδεσμάτων, γράφων οὕτως ἔστι τις ὄρνιθος ματτύης. ἐσφάχθω μὲν διὰ τοῦ στόματος εἰς τὴν κεφαλήν. ἔστω δὲ ἕωλος καθάπερ πέρδιξ· ἐὰν δὲ θέλῃς, ὡς ἔχει αὐτοῖς πτεροῖς ἐᾶν τετιλμένην. εἶτα τὸν τρόπον ἐκθεὶς τῆς ἀρτύσεως καὶ τῆς ἑψήσεως ἐπιφέρει εὐθύς· καὶ νομάδα παχεῖαν ἕψε καὶ νεοσσοὺς τῶν ἤδη κοκκυζόντων, ἐὰν θέλῃς παρὰ πότον χρῆσθαι. εἶτʼ ἐξελὼν τὰ λάχανα εἰς τρυβλίον καὶ τῆς ὄρνιθος τῶν κρεῶν ἐπιθεὶς παρατίθει· τοῦ θέρους ἀντὶ τοῦ ὄξους τῆς ὄμφακος ἐμβαλὼν εἰς τὸν ζωμὸν ὡς ἔχει τοὺς βότρυς· ἐπειδὰν δὲ ἑφθὴ γένηται, ἔξελε μετὰ τοῦ βοτρυδίου πρὸ τοῦ τὸ γίγαρτον ἐξαφεῖναι, εἶθʼ οὕτως τὸ λάγανον κατάθρυπτε. οὗτος ματτύης ἐν τοῖς ἡδίστοις. ὅτι μὲν οὖν κοινὸν ἦν τοὔνομα τῶν πολυτελεστάτων ἐδεσμάτων φανερόν· ὅτι δὲ καὶ τρόπος τῆς τοιαύτης εὐωχίας ὁμοίως ἐλέγετο Φιλήμων φησὶν ἐν Ἁρπαζομένῳ· γυμνῷ φυλακὴν ἐπίταττε, καὶ διὰ τριῶν ποτηρίων με ματτύης εὐφραινέτω. καὶ ἐν Ἀνδροφόνῳ· πιεῖν τις ἡμῖν ἐγχεάτω καὶ ματτύην ποιεῖτε θᾶττον. Ἄλεξις δʼ ἐν Πυραύνῳ ἀμφιβόλως εἴρηκεν· ἐγὼ δʼ ἐπειδὰν ἀσχολουμένους λάβω, ἀνέκραγον οὐ δώσει τις ἡμῖν ματτύην; ὥσπερ ἂν εἰ τὸ δεῖπνον ἔλεγεν· πιθανὸν δὲ καὶ ἰδίως ἐπί τι τῶν ἐδεσμάτων ἀναφέρειν. Μάχων δʼ Σικυώνιος τῶν μὲν κατὰ Ἀπολλόδωρον τὸν Καρύστιον κωμῳδιοποιῶν εἷς ἐστι καὶ αὐτός· οὐκ ἐδίδαξεν δʼ Ἀθήνησι τὰς κωμῳδίας τὰς ἑαυτοῦ, ἀλλʼ ἐν Ἀλεξανδρείᾳ. ἦν δʼ ἀγαθὸς ποιητὴς εἴ τις ἄλλος τῶν μετὰ τοὺς ἑπτά· διόπερ γραμματικὸς Ἀριστοφάνης ἐσπούδασε συσχολάσαι αὐτῷ νέος ὤν. ἐποίησε δὲ καὶ οὗτος ἐν δράματι Ἀγνοίᾳ ταυτί· ἥδιον οὐδέν ἐστί μοι τῆς ματτύης, τοῦτʼ εἴτε πρῶτοι Μακεδόνες τοῖς Ἀττικοῖς κατέδειξαν ἡμῖν εἴτε πάντες οἱ θεοί· οὐκ οἶδα πλήν ἐστίν γε μουσικωτάτου τινός ...
Kaibel Dialogi Personae
AEMILIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License