DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
83

τοσαῦτα καὶ τούτου κατακόψαντος οὐ μόνον τὰ προειρημένα ἀλλὰ καὶ ἡμᾶς, ἄλλος ἐπεισῆλθεν τὴν ματτύην κομίζων. ὑπὲρ ἧς καὶ ζητήσεως γενομένης καὶ τοῦ Οὐλπιανοῦ εἰπόντος τὰ ἐκ τῶν Ὀψαρτυτικῶν Γλωσσῶν τοῦ προειρημένου Ἀρτεμιδώρου, Αἰμιλιανὸς Δωροθέῳ ἔφη τῷ Ἀσκαλωνίτῃ σύγγραμμα ἐκδεδόσθαι ἐπιγραφόμενον Περὶ Ἀντιφάνους καὶ περὶ τῆς παρὰ τοῖς νεωτέροις κωμικοῖς ματτύης· ἣν Θετταλῶν φησιν εἶναι εὕρημα, ἐπιχωριάσαι δὲ κἀν ταῖς Ἀθήναις κατὰ τὴν Μακεδόνων ἐπικράτειαν. ὁμολογοῦνται δʼ οἱ Θετταλοὶ πολυτελέστατοι τῶν Ἑλλήνων γεγενῆσθαι περί τε τὰς ἐσθῆτας καὶ τὴν δίαιταν· ὅπερ αὐτοῖς αἴτιον ἐγένετο καὶ τοῦ κατὰ τῆς Ἑλλάδος ἐπαγαγεῖν τοὺς Πέρσας, ἐζηλωκόσι τὴν τούτων τρυφὴν καὶ πολυτέλειαν. ἱστορεῖ δὲ περὶ τῆς πολυτελείας αὐτῶν καὶ Κριτίας ἐν τῇ Πολιτείᾳ αὐτῶν ὠνομάσθη δὲ ματτύη, ὡς μὲν Ἀθηναῖος Ἀπολλόδωρός φησιν ἐν τῷ πρώτῳ τῶν Ἐτυμολογουμένων, ἀπὸ τοῦ μασᾶσθαι, ὥσπερ καὶ μαστίχη καὶ μάσταξ· ἡμεῖς δέ φαμεν ἀπὸ τοῦ μάττειν, ἀφʼ οὗ καὶ μᾶζα αὐτὴ ὠνομάσθη καὶ παρὰ Κυπρίοις καλουμένη μαγίς, καὶ τὸ τρυφᾶν καθʼ ὑπερβολὴν ὑπερμαζᾶν. κατʼ ἀρχὰς μὲν οὖν τὴν δημοτικὴν καὶ κοινὴν ταύτην τροφὴν τὴν ἐκ τῶν ἀλφίτων μᾶζαν ὠνόμαζον καὶ μάττειν τὸ παρασκευάζειν αὐτήν. ὕστερον δὲ ποικίλλοντες τὴν ἀναγκαίαν τροφὴν ἀκολάστως καὶ περιέργως μικρὸν παραγαγόντες τοὔνομα τῆς μάζης ματτύην ὠνόμαζον πᾶν τὸ πολυτελὲς ἔδεσμα, τὸ δὲ ματτυάζειν τὸ παρασκευάζειν αὐτά, εἴτε ἰχθὺς εἴη εἴτε ὄρνις εἴτε λάχανον εἴτε ἱερεῖον εἴτε πεμμάτιον. τοῦτο δὲ δῆλόν ἐστιν ἐξ οὗ καὶ Ἀρτεμίδωρος παρέθετο μαρτυρίου Ἀλέξιδος· συνεμφῆναι γὰρ βουλόμενος Ἄλεξις τὴν ἀκολασίαν τῆς παρασκευῆς προσέθηκε τὸ λέπεσθαι. ἔχει δʼ οὕτως σύμπασα ἐκλογὴ οὖσα ἐκ τοῦ διεσκευασμένου δράματος ἐπιγράφεται Δημήτριος· τοὔψον λαβοῦσαι τοῦτο ταπεταλμένον σκευάζετʼ, εὐωχεῖσθε, προπόσεις πίνετε, λέπεσθε, ματτυάζετε. τῷ δὲ λέπεσθαι χρῶνται οἱ Ἀθηναῖοι ἐπʼ ἀσελγοῦς καὶ φορτικῆς διʼ ἀφροδισίων ἡδονῆς.
Kaibel Dialogi Personae
AEMILIANVS
VLPIANVS

ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License