DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
82

ἐγὼ δὲ τοιουτονὶ βρῶμα ὑμῖν, ἄνδρες φίλοι, τὸ μῦμα φέρω. περὶ οὗ Ἀρτεμίδωρος μὲν Ἀριστοφάνειος ἐν Ὀψαρτυτικαῖς Γλώσσαις φησὶν ὅτι σκευάζεται ἐκ κρεῶν καὶ αἵματος, πολλῶν ἀρτυμάτων συνεμβαλλομένων. Ἐπαίνετος δʼ ἐν Ὀψαρτυτικῷ λέγει ταῦτα· μῦμα δὲ παντὸς ἱερείου, καὶ ὄρνιθος δὲ χρὴ ποιεῖν τὰ ἁπαλὰ τῶν κρεῶν μικρὰ συντεμόντα καὶ τὰ σπλάγχνα καὶ τὸ ἔντερον καὶ τὸ αἷμα διαθρύψαντα καὶ ἀρτύσαντα ὄξει, τυρῷ ὀπτῷ, σιλφίῳ, κυμίνῳ, θύμῳ χλωρῷ καὶ ξηρῷ, θύμβρᾳ, κοριάννῳ χλωρῷ τε καὶ ξηρῷ καὶ γητίῳ καὶ κρομμύῳ καθαρῷ πεφωσμένῳ μήκωνι καὶ σταφίδι μέλιτι καὶ ῥόας ὀξείας κόκκοις. εἶναι δέ σοι τὸ αὐτὸ μῦμα καὶ ὄψον.
Kaibel Index Scriptorum
ARTEMIDORVS
BATO
EPAENETVS
Kaibel Dialogi Personae
ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License