DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
81

καὶ Ἄλεξις δʼ ἐν Λεβητίῳ δηλοῖ ὅτι μαγειρικὴ τέχνη ἐπιτήδευμα ἦν ἐλευθέρων· πολίτης γάρ τις οὐκ ἀγενὴς ἐν αὐτῷ δείκνυται μάγειρος. καὶ οἱ τὰ Ὀψαρτυτικὰ δὲ συγγράψαντες Ἡρακλείδης τε καὶ Γλαῦκος Λοκρὸς οὐχ ἁρμόττειν φασὶ δούλοισι τὴν μαγειρικήν, ἀλλʼ οὐδὲ τοῖς τυχοῦσι τῶν ἐλευθέρων. ἐκσεμνύνει δὲ τὴν τέχνην καὶ νεώτερος Κρατῖνος ἐν τοῖς Γίγασι λέγων· ἐνθυμεῖ δὲ τῆς γῆς ὡς γλυκὺ ὄζει καπνός τʼ ἐξέρχετʼ εὐωδέστατος; οἰκεῖ τις, ὡς ἔοικεν, ἐν τῷ χάσματι λιβανωτοπώλης μάγειρος Σικελικός. Β. παραπλησίαν ὀσμὴν λέγεις ἀμφοῖν γλυκύς; καὶ Ἀντιφάνης δʼ ἐν Δυσπράτῳ ἐπαινῶν τοὺς Σικελικοὺς μαγείρους λέγει· Σικελῶν δὲ τέχναις ἡδυνθεῖσαι δαιτὸς διαθρυμματίδες. καὶ Μένανδρος ἐν Φάσματι· ἐπισημαίνεσθʼ, ἐὰν σκευασία καθάρειος καὶ ποικίλη. Ποσείδιππος ἐν Ἀναβλέποντι· ἐγὼ μάγειρον λαμβάνων ἀκήκοα τὰ τῶν μαγείρων πάνθʼ καθʼ ἑκάστου κακὰ ἀντεργολαβοῦντος ἔλεγον· μὲν ὡς οὐκ ἔχει ῥῖνα κριτικὴν πρὸς τοὔψον, δʼ ὅτι τὸ στόμα πονηρόν, δὲ τὴν γλῶτταν εἰς ἀσχήμονας ἐπιθυμίας ἔνιά τε τῶν ἡδυσμάτων, κάθαλος, κάτοξος, χναυστικός, προσκαυστικός, καπνὸν οὐ φέρων, πῦρ οὐ φέρων. ἐκ τοῦ πυρὸς εἰς τὰς μαχαίρας ἦλθον· ὧν εἷς οὑτοσὶ διὰ τῶν μαχαιρῶν τοῦ πυρός τʼ ἐλήλυθεν. Ἀντιφάνης δʼ ἐν Φιλώτιδι τὴν σοφίαν τῶν μαγείρων ἐμφανίζων φησίν· οὐκοῦν τὸ μὲν γλαυκίδιον, ὥσπερ ἄλλοτε, ἕψειν ἐν ἅλμῃ φημί. Β. τὸ δὲ λαβράκιον; Α. ὀπτᾶν ὅλον. Β. τὸν γαλεόν; Α. ἐν ὑποτρίμματι ζέσαι. Β. τὸ δʼ ἐγχέλειον; Α. ἅλες, ὀρίγανον, ὕδωρ. Β. γόγγρος; Α. ταὐτόν. Β. βατίς; Α. χλόη. Β. πρόσεστι θύννου τέμαχος. Α. ὀπτήσεις. Β. κρέας ἐρίφειον; Α. ὀπτόν. Β. θάτερον; Α. τἀναντία. Β. σπλήν; Α. σεσάχθω. Β. νῆστις; Β. ἀπολεῖ μʼ οὑτοσί. ἀοιδίμων δʼ ὀψαρτυτῶν ὀνόματα καταλέγει Βάτων ἐν Εὐεργέταις οὕτως· εὖ γʼ, Σιβύνη, τὰς νύκτας οὐ καθεύδομεν οὐδʼ ἀναγεγράμμεθʼ, ἀλλὰ καίεται λύχνος, καὶ βιβλίον ἐν ταῖς χερσί, καὶ φροντίζομεν τί Σόφων καταλέλοιπʼ τί Σημωνακτίδης Χῖος Τυνδάριχος Σικυώνιος, Ζωπυρῖνος. Α. αὐτὸς εὕρηκας δὲ τί; Α. τὰ μέγιστα. Β. ποῖα ταῦτα; Α. τοὺς τεθνηκότας ..
Kaibel Dialogi Personae
ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License