DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
8

Πρατίνας δὲ Φλιάσιος αὐλητῶν καὶ χορευτῶν μισθοφόρων κατεχόντων τὰς ὀρχήστρας ἀγανακτεῖν τινας ἐπὶ τῷ τοὺς αὐλητὰς μὴ συναυλεῖν τοῖς χοροῖς, καθάπερ ἦν πάτριον, ἀλλὰ τοὺς χοροὺς συνᾴδειν τοῖς αὐληταῖς· ὃν οὖν εἶχεν κατὰ τῶν ταῦτα ποιούντων θυμὸν Πρατίνας ἐμφανίζει διὰ τοῦδε τοῦ Ὑπορχήματος· τίς θόρυβος ὅδε; τί τάδε τὰ χορεύματα; τίς ὕβρις ἔμολεν ἐπὶ Διονυσιάδα πολυπάταγα θυμέλαν; ἐμὸς ἐμὸς Βρόμιος· ἐμὲ δεῖ κελαδεῖν, ἐμὲ δεῖ παταγεῖν ἀνʼ ὄρεα σύμενον μετὰ Ναιάδων οἷά τε κύκνον ἄγοντα ποικιλόπτερον μέλος. τὰν ἀοιδὰν κατέστασε Πιερὶς βασίλειαν· δʼ αὐλὸς ὕστερον χορευέτω, καὶ γάρ ἐσθʼ ὑπηρέτας. κώμοις μόνον θυραμάχοις τε πυγμαχίαισι νέων θέλοι παροίνων ἔμμεναι στρατηλάτας. παῖε τὸν φρυνίου ποικίλου πνοὰν ἔχοντα, φλέγε τὸν ὀλεσισιαλοκάλαμον, λαλοβαρύοπα .. μελορυθμοβάταν θῶπα τρυπάνῳ δέμας πεπλασμένον. ἢν ἰδού· ἅδε σοι δεξιὰ καὶ ποδὸς διαρριφά, θριαμβοδιθύραμβε, κισσόχαιτʼ ἄναξ, ἄκουε τὰν ἐμὰν Δώριον χορείαν.
Kaibel Index Scriptorum
PRATINAS

EPHIPPVS
TELESTES
Kaibel Dialogi Personae
ANONYMI

Meineke Index Scriptorum
Pratinas

Ephippus
Telestes

Alignment

 

Digital Athenaeus Project     Creative Commons License