DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
78

οὐδὲν οὖν ἦν παράδοξον εἰ καὶ θυτικῆς ἦσαν ἔμπειροι οἱ παλαίτεροι μάγειροι· προίσταντο γοῦν καὶ γάμων καὶ θυσιῶν. διόπερ Μένανδρος ἐν Κόλακι τὸν τοῖς τετραδισταῖς διακονούμενον μάγειρον ἐν τῇ τῆς Πανδήμου Ἀφροδίτης ἑορτῇ ποιεῖ ταυτὶ λέγοντα· σπονδή. δίδου σὺ σπλάγχνʼ ἀκολουθῶν. ποῖ βλέπεις; σπονδή. φέρʼ, παῖ Σωσία. σπονδή. καλῶς. εὔχου. θεοῖς Ὀλυμπίοις εὐχώμεθα Ὀλυμπίαισι, πᾶσι πάσαις· λάμβανε τὴν γλῶτταν. ἐπὶ τούτῳ διδόναι σωτηρίαν, ὑγίειαν, ἀγαθὰ πολλὰ τῶν ὄντων τε νῦν ἀγαθῶν ὄνησιν πᾶσι. ταῦτʼ εὐχώμεθα. καὶ παρὰ Σιμωνίδῃ δέ φησιν ἕτερος· ὗν ὡς ἄφευσα χὠς ἐμίστυλα κρέα ἱρωστί· καὶ γὰρ οὐ κακῶς ἐπίσταμαι ... ἐμφαίνει δʼ αὐτῶν τὴν ἐμπειρίαν καὶ πρὸς Ἀλέξανδρον Ὀλυμπιάδος Ἐπιστολή. προτρεπομένη μάγειρον αὑτῇ πρίασθαι θυσιῶν ἔμπειρον μήτηρ φησί· Πελίγναν τὸν μάγειρον λαβὲ παρὰ τῆς μητρός. οὗτος γὰρ οἶδε τὰ ἱερά σου τὰ πατρῷα πάντα ὃν τρόπον θύεται καὶ τὰ ἀργαδιστικὰ καὶ τὰ Βακχικά, ὅσα τε Ὀλυμπιὰς προθύεται οὗτος οἶδεν. μὴ οὖν ἀμελήσῃς, ἀλλὰ λαβέ· καὶ ἀπόστειλον πρὸς ἐμὲ τὴν ταχίστην.
Kaibel Dialogi Personae
ANONYMI

Meineke Index Scriptorum
Olympias
Simonides

Clidemus
Menander

Alignment

 

Digital Athenaeus Project     Creative Commons License