DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
77

τοιαῦτά τινα ἔτι τοῦ Οὐλπιανοῦ διαλεγομένου ἐπελθὼν εἷς ἐκείνων τῶν σοφιστῶν μαγείρων ἐκήρυσσε μῦμα. καὶ πολλῶν ξενιζομένων ἐπὶ τῷ κηρύγματι οὐ γὰρ ἐδείκνυεν στιγματίας τι ἦν ἔφη· ἀγνοεῖν μοι δοκεῖτε, ἄνδρες δαιταλῆς, ὅτι καὶ Κάδμος τοῦ Διονύσου πάππος μάγειρος ἦν. σιωπησάντων δὲ καὶ ἐπὶ τούτῳ πάντων Εὐήμερος, ἔφη, Κῷος ἐν τῷ τρίτῳ τῆς Ἱερᾶς Ἀναγραφῆς τοῦθʼ ἱστορεῖ, ὡς Σιδωνίων λεγόντων τοῦτο, ὅτι Κάδμος μάγειρος ὢν τοῦ βασιλέως καὶ παραλαβὼν τὴν Ἁρμονίαν αὐλητρίδα καὶ αὐτὴν οὖσαν τοῦ βασιλέως ἔφυγεν σὺν αὐτῇ. ἐγὼ δὲ φεύξομαι γʼ ἐλεύθερος γεγώς ; οὐδὲ γὰρ ἂν εὕροι τις ὑμῶν δοῦλον μάγειρόν τινα ἐν κωμῳδίᾳ πλὴν παρὰ Ποσειδίππῳ μόνῳ. δοῦλοι δʼ ὀψοποιοὶ παρῆλθον ὑπὸ πρώτων Μακεδόνων τοῦτʼ ἐπιτηδευσάντων διʼ ὕβριν διʼ ἀτυχίαν τῶν αἰχμαλωτισθεισῶν πόλεων. ἐκάλουν οἱ παλαιοὶ τὸν μὲν πολιτικὸν μάγειρον μαίσωνα, τὸν δʼ ἐκτόπιον τέττιγα. Χρύσιππος δʼ φιλόσοφος τὸν μαίσωνα ἀπὸ τοῦ μασᾶσθαι οἴεται κεκλῆσθαι, οἷον τὸν ἀμαθῆ καὶ πρὸς γαστέρα νενευκότα, ἀγνοῶν ὅτι Μαίσων γέγονεν κωμῳδίας ὑποκριτὴς Μεγαρεὺς τὸ γένος, ὃς καὶ τὸ προσωπεῖον εὗρε τὸ ἀπʼ αὐτοῦ καλούμενον μαίσωνα, ὡς Ἀριστοφάνης φησὶν Βυζάντιος ἐν τῷ περὶ Προσώπων, εὑρεῖν αὐτὸν φάσκων καὶ τὸ τοῦ θεράποντος πρόσωπον καὶ τὸ τοῦ μαγείρου. καὶ εἰκότως καὶ τὰ τούτοις πρέποντα σκώμματα καλεῖται μαισωνικά. μάλιστα γὰρ εἰσάγονται οἱ μάγειροι σκωπτικοί τινες, ὡς παρὰ Μενάνδρῳ ἐν Ἐπιτρέπουσιν καὶ Φιλήμων δέ πού φησιν· σφίγγʼ ἄρρενʼ, οὐ μάγειρον εἰς τὴν οἰκίαν εἴληφʼ· ἁπλῶς γὰρ οὐδὲ ἕν, μὰ τοὺς θεούς, ὧν ἂν λέγῃ συνίημι· καινὰ ῥήματα πεπορισμένος γάρ ἐστι. τὸν δὲ Μαίσωνα Πολέμων ἐν τοῖς πρὸς Τίμαιον ἐκ τῶν ἐν Σικελίᾳ φησὶν εἶναι Μεγάρων καὶ οὐκ ἐκ τῶν Νισαίων. ἀλλʼ γε Ποσείδιππος περὶ δούλων μαγείρων ἐν Ἀποκλειομένῃ φησίν· ταυτὶ μὲν οὖν τοιαῦτα. συμβαίνει δέ τι νῦν μοι διακονοῦντι παρὰ τῷ δεσπότῃ ἀστεῖον· οὐχ ἁλώσομʼ ἐκφέρων κρέας. καὶ ἐν Συντρόφοις· ἐβάδιζες ἔξω τῶν πυλῶν μάγειρος ὤν; Β. ἐντὸς πυλῶν γὰρ ἂν μένων ἄδειπνος ἦν. Α. πότερʼ οὖν ἀφεῖσαι; Β. κατʼ ἀγορὰν ἐργάζομαι ἐπρίατο γάρ τις ὁμότεχνός με γνώριμος.
Kaibel Dialogi Personae
ANONYMI

VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License