DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
76

ἐπεὶ δὲ καὶ Σικελίας αὔχημα τροφαλὶς ἥδʼ ἐστί σοι, φίλοι, λέξωμέν τι καὶ περὶ ΤΥΡΩΝ. Φιλήμων μὲν γὰρ ἐν τῷ ἐπιγραφομένῳ Σικελικῷ· ἐγὼ πρότερον μὲν ᾠόμην τὴν Σικελίαν ἓν τοῦτʼ ἀπότακτον αὐτὸ τοὺς τυροὺς ποιεῖν καλούς. ἔτι ταῦτα προσετίθην ἀκηκοώς, ἱμάτια ποικίλʼ εἰ λέγοι τις Σικελικά. Β. σκεύη μὲν οὖν καὶ κτήματʼ ᾠόμην φέρειν. καὶ Τρομιλικὸς δὲ τυρὸς ἔνδοξός ἐστι. περὶ οὗ φησιν Δημήτριος Σκήψιος ἐν δευτέρῳ Τρωικοῦ Διακόσμου οὕτως· τῆς Ἀχαίας πόλις Τρομίλεια, περὶ ἣν γίνεται τυρὸς αἴγειος ἥδιστος, οὐκ ἔχων σύγκρισιν πρὸς ἕτερον, προσαγορευόμενος Τρομιλικός· οὗ καὶ Σιμωνίδης μνημονεύει ἐν Ἰάμβῳ, οὗ ἀρχή· πολλὰ μὲν δὴ προεκπονῇ, Τηλέμβροτε, γράφων· ἐνταῦθα μέντοι τυρὸς ἐξ Ἀχαίης Τρομιλικὸς θαυμαστός, ὃν κατήγαγον ... Εὐριπίδης δʼ ἐν Κύκλωπι ὀπίαν καλεῖ τυρὸν τὸν δριμύν, τὸν πηγνύμενον τῷ τῆς συκῆς ὀπῷ· καὶ τυρὸς ὀπίας ἐστὶ καὶ Διὸς γάλα. ἐπεὶ δὲ περὶ πάντων εἶπον τῶν παρακειμένων ἀποτράγημά τε πεποίημαι τὸν Τρομιλικόν, καταπαύσω τὸν λόγον· τὸ γὰρ λείψανον τῶν τραγημάτων καὶ τρωξίμων ἀποτράγημα εἴρηκεν Εὔπολις σκώπτων γὰρ Διδυμίαν τινὰ ἀποτράγημα αὐτὸν εἴρηκεν ἀλώπεκος ἤτοι ὡς μικρὸν τὸ σῶμα ὡς κακοήθη καὶ πανοῦργον, ὥς φησιν Ἀσκαλωνίτης Δωρόθεος. τοὺς δὲ λεπτοὺς τῶν τυρῶν καὶ πλατεῖς Κρῆτες θηλείας καλοῦσιν, ὥς φησι Σέλευκος· οὓς ἐν θυσίαις τισὶν ἐναγίζουσιν. πυριέφθων δὲ μνημονεύει (οὕτω δὲ καλεῖται τὸ πρῶτον γάλα) Φιλιππίδης ἐν Αὐλοῖς· τὰ δὲ πυρίεφθα καὶ τὰ λάγανα ταῦτʼ ἔχων. καὶ ἴσως πάντα τὰ τοιαῦτα ἐπιδειπνίδας ἔλεγον Μακεδόνες. κώθωνος γὰρ ἡδύσματα ταῦτα.
Kaibel Dialogi Personae
VLPIANVS

ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License