DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
74

ΣΙΤΕΥΤΩΝ δὲ ὀρνίθων μὲν μνημονεύει Μάτρων ἐν ταῖς Παρῳδίαις οὕτως· ὣς ἔφαθʼ· οἳ δʼ ἐγέλασσαν, ἐπήνεικάν τʼ ἐπὶ τούτῳ σιτευτὰς ὄρνιθας ἐπʼ ἀργυρέοισι πίναξιν, ἄτριχας, οἰέτεας, λαγάνοις κατὰ νῶτον ἐίσας δελφάκων δὲ σιτευτῶν φλυακογράφος Σώπατρος ἐν Βακχίδος Γάμῳ οὕτως· εἴ που κλίβανος ἦν, πολὺ δέλφαξ σιτευτὸς ἔγρυξεν. δελφάκια δὲ Αἰσχίνης εἴρηκεν ἐν Ἀλκιβιάδῃ οὕτως· ὥσπερ αἱ καπηλίδες τὰ δελφάκια τρέφουσιν. Ἀντισθένης δʼ ἐν Φυσιογνωμονικῷ· καὶ γὰρ ἐκεῖναι τὰ δελφάκια πρὸς βίαν χορτάζουσιν. καὶ ἐν Προτρεπτικῷ δέ· ἀντὶ δελφακίων τρέφεσθαι. δέλφακα δὲ ἀρσενικῶς εἴρηκεν Πλάτων ἐν Ποιητῇ· δέλφακα δὲ ῥαιότατον. Σοφοκλῆς Ὕβρει· ἐσθίειν ἐθέλων τὸν δέλφακα. Κρατῖνος Ὀδυσσεῦσιν· δέλφακας μεγάλους. θηλυκῶς δὲ Νικοχάρης ἔφη· κύουσαν δέλφακα. καὶ Εὔπολις Χρυσῷ Γένει· οὐκ ἀλλʼ ἔθυον δέλφακα ωδον θἠστίᾳ καὶ μάλα καλήν. καὶ Πλάτων Ἰοῖ· πρόσφερε δεῦρο δὴ τὴν κεφαλὴν τῆς δέλφακος. Θεόπομπος Πηνελόπῃ· καὶ τὴν ἱερὰν σφάττουσιν ἡμῶν δελφάκα. χηνῶν δὲ σιτευτῶν καὶ μόσχων Θεόπομπος ἐν ιγʹ Φιλιππικῶν καὶ ιαʹ Ἑλληνικῶν, ἐν οἷς ἐμφανίζει τὸ περὶ τὴν γαστέρα τῶν Λακώνων ἐγκρατὲς γράφων οὕτως· καὶ οἱ Θάσιοι ἔπεμψαν Ἀγησιλάῳ προσιόντι πρόβατα παντοδαπὰ καὶ βοῦς εὖ τεθραμμένους, πρὸς τούτοις δὲ καὶ πέμματα καὶ τραγημάτων εἶδος παντοδαπῶν. δʼ Ἀγησίλαος τὰ μὲν πρόβατα καὶ τὰς βοῦς ἔλαβεν, τὰ δὲ πέμματα καὶ τὰ τραγήματα πρῶτον μὲν οὐδʼ ἔγνω· κατεκεκάλυπτο γάρ. ὡς δὲ κατεῖδεν, ἀποφέρειν αὐτοὺς ἐκέλευσεν, εἰπὼν οὐ νόμιμον εἶναι Λακεδαιμονίοις χρῆσθαι τοιούτοις τοῖς ἐδέσμασι. λιπαρούντων δὲ τῶν Θασίων δότε, φησί, φέροντες ἐκείνοις, δείξας αὐτοῖς τοὺς εἵλωτας, εἰπὼν ὅτι τούτους δέοι διαφθείρεσθαι τρώγοντας αὐτὰ πολὺ μᾶλλον αὐτὸν καὶ τοὺς παρόντας Λακεδαιμονίων. ὅτι δὲ τοῖς εἵλωσιν ὑβριστικῶς πάνυ ἐχρῶντο Λακεδαιμόνιοι καὶ Μύρων Πριηνεὺς ἱστορεῖ ἐν δευτέρῳ Μεσσηνιακῶν γράφων οὕτως· τοῖς δʼ εἵλωσι πᾶν ὑβριστικὸν ἔργον ἐπιτάττουσι πρὸς πᾶσαν ἄγον ἀτιμίαν. κυνῆν τε γὰρ ἕκαστον φορεῖν ἐπάναγκες ὥρισαν καὶ διφθέραν περιβεβλῆσθαι πληγάς τε τεταγμένας λαμβάνειν κατʼ ἐνιαυτὸν ἀδικήματος χωρίς, ἵνα μήποτε δουλεύειν ἀπομάθωσιν. πρὸς δὲ τούτοις εἴ τινες ὑπερακμάζοιεν τὴν οἰκετικὴν ἐπιφάνειαν, ἐπέθηκαν ζημίαν θάνατον καὶ τοῖς κεκτημένοις ἐπιτίμιον, εἰ μὴ ἐπικόπτοιεν τοὺς ἁδρουμένους. καὶ παραδόντες αὐτοῖς τὴν χώραν ἔταξαν μοῖραν ἣν αὐτοῖς ἀνοίσουσιν αἰεί. χηνίζειν δὲ εἴρηται ἐπὶ τῶν αὐλούντων. Δίφιλος Συνωρίδι· ἐχηνίασας· ποιοῦσι τοῦτο πάντες οἱ παρὰ Τιμοθέῳ.
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License