DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
73

περὶ δὲ ΠΕΡΔΙΚΩΝ τί δεῖ καὶ λέγειν ἐμέ, πλεόνων εἰρημένων ὑφʼ ὑμῶν; ἀλλʼ οὐ παραλείψω τὸ ἱστορηθὲν ὑπὸ Ἡγησάνδρου ἐν τοῖς Ὑπομνήμασιν φησὶν γὰρ ὅτι Σάμιοι πλεύσαντες εἰς Σύβαριν καὶ κατασχόντες τὴν Σιρῖτιν χώραν περδίκων ἀναπτάντων καὶ ποιησάντων ψόφον ἐκπλαγέντες ἔφυγον καὶ ἐμβάντες εἰς τὰς ναῦς ἀπέπλευσαν. περὶ δὲ ΛΑΓΩΝ Χαμαιλέων φησὶν ἐν τῷ περὶ Σιμωνίδου ὡς δειπνῶν παρὰ τῷ Ἱέρωνι Σιμωνίδης, οὐ παρατεθέντος αὐτῷ ἐπὶ τὴν τράπεζαν καθάπερ καὶ τοῖς ἄλλοις λαγωοῦ, ἀλλʼ ὕστερον μεταδιδόντος τοῦ Ἱέρωνος, ἀπεσχεδίασεν· οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐξίκετο δεῦρο. ὄντως δʼ ἦν ὡς ἀληθῶς κίμβιξ Σιμωνίδης καὶ αἰσχροκερδής, ὡς Χαμαιλέων φησίν. ἐν Συρακούσαις γοῦν τοῦ Ἱέρωνος ἀποστέλλοντος αὐτῷ τὰ καθʼ ἡμέραν λαμπρῶς πωλῶν τὰ πλείω Σιμωνίδης τῶν παρʼ ἐκείνου πεμπομένων ἑαυτῷ μικρὸν μέρος ἀπετίθετο. ἐρομένου δέ τινος τὴν αἰτίαν· ὅπως, εἶπεν, τε Ἱέρωνος μεγαλοπρέπεια καταφανὴς καὶ ἐμὴ κοσμιότης. ΟΥΘΑΤΟΣ δὲ Τηλεκλείδης ἐν Στερροῖς οὕτως μνημονεύει· ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φέρω. ὑπογάστριον δʼ αὐτὸ ὠνόμασεν Ἀντίδοτος ἐν Μεμψιμοίρῳ
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License