DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
72

ΟΠΤΩΝ ΔΕΛΦΑΚΩΝ δὲ μνημονεύει Ἐπικράτης ἐν Ἐμπόρῳ· ἐπὶ τοῖς δʼ ἐγὼ μάγειρος. οὔτε Σικελία καυχήσεται τρέφειν τοιοῦτον ἄρταμον κατʼ ἰχθύων, οὐκ Ἦλις, ἔνθα δελφάκων ἐγὼ κρέα κάλλιστʼ ὄπωπα πυρὸς ἀκμαῖς ἠνθισμένα. Ἄλεξις δʼ ἐν Πονήρᾳ· τριωβόλου κρείσκον ἀστεῖον πάνυ ὕειον ὀπτὸν καὶ θερμόν, εὔχυλον, τέρεν, ὅταν προσφέρων. Ἀθηναῖοι δʼ, ὥς φησι Φιλόχορος, ταῖς Ὥραις θύοντες οὐκ ὀπτῶσιν, ἀλλʼ ἕψουσι τὰ κρέα, παραιτούμενοι τὰς θεὰς ἀπείργειν τὰ περισκελῆ καύματα καὶ τοὺς αὐχμούς, μετὰ δὲ τῆς συμμέτρου θερμασίας καὶ ὑδάτων ὡραίων ἐκτελεῖν τὰ φυόμενα. τὴν μὲν γὰρ ὄπτησιν ἐλάττους παρέχεσθαι ὠφελείας, τὴν δὲ ἕψησιν οὐ μόνον τὴν ὠμότητα περιαιρεῖν, ἀλλὰ καὶ τὰ σκληρὰ μαλάττειν δύνασθαι καὶ τὰ λοιπὰ πεπαίνειν. ἔτι δʼ εὐμενέστερον καὶ ἀκινδυνότερον πεπαίνει τὴν τροφήν. διόπερ ἑφθὸν ἐποπτᾶν οὔ φασι δεῖν οὐδʼ ἐφέψειν. τὸ μὲν γὰρ ἀνάλυσιν ἔχειν δοκεῖ τοῦ βελτίονος, ὥς φησιν Ἀριστοτέλης· τὰ δὲ ὀπτὰ τῶν ἑφθῶν ὠμότερα καὶ ξηρότερα. τὰ δὲ ὀπτὰ κρέα καλεῖται φλογίδες. Στράττις γοῦν ἐν Καλλιππίδῃ ἐπὶ τοῦ Ἡρακλέους φησίν· αὐτίκα δʼ ἥρπασε τεμάχη θερμάς τε κάπρου φλογίδας ἔβρυχέ τε πάνθʼ ἅμα. καὶ Ἄρχιππος ἐν Ἡρακλεῖ Γαμοῦντι· ταδὶ δʼ ἅμα χοίρων ἀκροκώλια μικρῶν ταύρου τʼ αὐξίκερω φλογίδες αἱ δολιχαί τε κάπρου φλογίδες.
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License